Τρίτη 20 Αυγούστου 2013


Παλαιά Διαθήκη Εσδράς Β'

Κεφάλαια:   1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10



Κεφάλαιο 1ο
Β Εσδ. 1,1 Καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ Βασιλέως Περσῶν τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων·
Β Εσδ. 1,1 Κατά το πρώτον έτος της βασιλείας Κυρου του βασιλέως των Περσών, δια να εκπληρωθή ο λόγος, τον οποίον ο Κυριος δια του προφήτου Ιερεμίου προανήγγειλεν, εκίνησεν ο Κυριος εις συμπάθειαν την καρδίαν του Κυρου, του βασιλέως των Περσών, δια την επ'Ανοδον των Ισραηλιτν εις την Παλαιστίνην. Τοτε ο Κύρος έκαμε διακήρυξιν, την οποίαν δια κηρύκων προφορικώς διελάλησεν, αλλά και γραπτώς εξέθεσεν, εις όλον το βασίλειόν του λέγων·
 
Β Εσδ. 1,2 οὕτως εἶπε Κῦρος βασιλεὺς Περσῶν· πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπ᾿ ἐμὲ τοῦ οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν Ἱερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ.
Β Εσδ. 1,2 “Αυτά διέταξε Κύρος, ο βασιλεύς των Περσών· Ο Κυριος, ο Θεός του ουρανού, ο οποίος μου εδωσεν όλας τας Βασιλείας της γης, ηυδόκησε και μου ανέθεσε να ανοικοδομήσω δι' αυτόν εις την πόλιν Ιερουσαλήμ ναόν. Αυτή δε η Ιερουσαλήμ ευρίσκεται εις την χώραν της Ιουδαίας.
 
Β Εσδ. 1,3 τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἱερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ, καὶ οἰκοδομησάτω τὸν οἶκον Θεοῦ Ἰσραὴλ (αὐτὸς ὁ Θεὸς ὁ ἐν Ἱερουσαλήμ).
Β Εσδ. 1,3 Ποιός από σας ανήκει στον λαόν του Θεού αυτού; Ας είναι ο Θεός μαζή του και ας μεταβή εις την πόλιν της Ιουδαίας, την Ιερουσαλήμ, δια να βοηθήση εις την ανοικοδόμησιν του ναού του Θεού του Ισραηλιτικού λαού (αυτός δε ο Θεός είναι Θεός της πόλεως Ιερουσαλήμ).
 
Β Εσδ. 1,4 καὶ πᾶς ὁ καταλιπόμενος ἀπὸ πάντων τῶν τόπων, οὗ αὐτὸς παροικεῖ ἐκεῖ, καὶ λήψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσι μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ Θεοῦ τοῦ ἐν Ἱερουσαλήμ.
Β Εσδ. 1,4 Οσοι δε από τους Ιουδαίους θα απολειφθούν στο βασίλειόν μου, οπουδήποτε του κράτους μου και αν ευρίσκωνται, ας έλθουν οι άνθρωποι αυτοί βοηθοί δίδοντες στους αναχωρούντας αργύριον, χρυσίον, οικιακά σκεύη, κτήνη και οιανδήποτε άλλην εκουσίαν προσφοράν επιθυμούν να δώσουν δια τον ναόν του Θεού τον εις την Ιερουσαλήμ”.
 
Β Εσδ. 1,5 καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῶν Ἰούδα καὶ Βενιαμὶν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, πάντων ὧν ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλήμ.
Β Εσδ. 1,5 Εσηκώθησαν τότε οι άρχοντες των οικογενειών της φυλής Ιούδα και της φυλής Βενιαμίν, ιερείς και Λευίται, και όλοι οι άλλοι των οποίων ο Θεός παρεκίνησε την καρδίαν, δια να μεταβούν και οικοδομήσουν τον ναόν του Κυρίου εις την Ιερουσαλήμ.
 
Β Εσδ. 1,6 καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου, ἐν χρυσῷ, ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσι καὶ ἐν ξενίοις, πάρεξ τῶν ἑκουσίων.
Β Εσδ. 1,6 Ολοι δε οι γύρω από αυτούς άνθρωποι τους ενίσχυσαν, παρέδωσαν εις τα χέρια αυτών σκεύη αργυρά, χρυσά, άλλα σκεύη, κτήνη και φιλοδωρήματα, εκτός των θεληματικών αφιερωμάτων των προς τον Θεόν.
 
Β Εσδ. 1,7 καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κυρίου, ἃ ἔλαβε Ναβουχοδονόσορ ἀπὸ Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ Θεοῦ αὐτοῦ·
Β Εσδ. 1,7 Ο ίδιος δε ο βασιλεύς ο Κύρος εβγαλε τα ιερά σκεύη του ναού του Κυρίου, τα οποία ο Ναδουχοδονόσορ είχε συλήσει από την Ιερουσαλήμ και τα οποία είχεν αφιερώσει ο Ναβουχοδονόσορ στον ναόν του ιδικού του θεού.
 
Β Εσδ. 1,8 καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου Γασβαρηνοῦ, καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασὰρ τῷ ἄρχοντι τοῦ Ἰούδα.
Β Εσδ. 1,8 Τα επήρεν ο Κύρος ο βασιλεύς των Περσών τα ιερά αυτά σκεύη και τα παρέδωκεν εις τα χέρια του Μιθραδάτου, του θησαυροφύλακος, ο οποίος πάλιν τα παρέδωσε κατ' αριθμόν ένα προς ένα στον Σασαβασάρ (δηλαδή τον Ζοροβάβελ), τον άρχοντα της φυλής του Ιούδα.
 
Β Εσδ. 1,9 καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν· ψυκτῆρες χρυσοῖ τριάκοντα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι, παρηλλαγμένα ἐννέα καὶ εἴκοσι,
Β Εσδ. 1,9 Ο αριθμός δε και το είδος των παραδοθέντων σκευών είναι· Δοχεία χρυσά τριάκοντα, δοχεία αργυρά χίλια, και άλλα εικοσιεννέα δευτέρας ποιότητος.
 
Β Εσδ. 1,10 κεφουρῆς χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ διπλοῖ τετρακόσια δέκα καὶ σκεύη ἕτερα χίλια.
Β Εσδ. 1,10 Τριάκοντα χρυσά ποτήρια, τετρακόσια δέκα αργυρά δευτέρας ποιότητος, και χίλια άλλα σκεύη.
 
Β Εσδ. 1,11 πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργυρῷ πεντακισχίλια καὶ τετρακόσια, τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασὰρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ.
Β Εσδ. 1,11 Ολα δε τα ιερά αυτά σκεύη, χρυσά και αργυρά, ήσαν πέντε χιλιάδες τετρακόσια. Αυτά όλα τα μετέφερεν ο Σασαβασάρ (ήτοι ο Ζοροβάβελ) μαζή με τους απελευθερωθέντας εκ της Βαβυλωνείου αιχμαλωσίας εις την Ιερουσαλήμ.
 
Κεφάλαιο 2ο
Β Εσδ. 2,1 Καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἐπέστρεψεν εἰς Ἱερουσαλὴμ καὶ Ἰούδα ἀνὴρ εἰς πόλιν αὐτοῦ,
Β Εσδ. 2,1 Αυτοί δε είναι οι άνδρες των Ιουδαίων, οι οποίοι ανέβησαν από την βαβυλώνιον αιχμαλωσίαν, οπού ο βασιλεύς της Βαβυλώνος ο Ναδουχοδονόσορ τους είχε μεταφέρει και οι οποίοι επέστρεψαν εις την Ιερουσαλήμ και εις την άλλην χώραν της φυλής Ιούδα ο καθένας εις την πόλιν του.
 
Β Εσδ. 2,2 οἳ ἦλθον μετὰ Ζοροβάβελ· Ἰησοῦς, Νεεμίας, Σαραΐας, Ῥεελίας, Μαρδοχαῖος, Βαλασάν, Μασφάρ, Βαγουαί, Ῥεούμ, Βαανά, ἀνδρῶν ἀριθμὸς λαοῦ Ἰσραήλ·
Β Εσδ. 2,2 Εκείνοι οι οποίοι επανήλθον μαζή με τον Ζοροβάβελ ήσαν οι εξής· Ο Ιησούς, ο Νεεμίας, ο Σαραΐας, ο Ρεελίας, ο Μαρδοχαίος, ο Βαλασάν, ο Μασφάρ, ο Βαγουαί, ο Ρεούμ, ο Βαανά, και άλλοι άνδρες εκ του ισραηλιτικού λαού,
 
Β Εσδ. 2,3 υἱοὶ Φαρὲς δισχίλιοι ἑκατὸν ἑβδομηκονταδύο·
Β Εσδ. 2,3 δηλαδή οι απόγονοι του Φαρές δυο χιλιάδες εκατόν εβδομήκοντά δύο.
 
Β Εσδ. 2,4 υἱοὶ Σαφατία τριακόσιοι ἑβδομηκονταπέντε·
Β Εσδ. 2,4 Οι απόγονοι του Σαφατία τριακόσιοι εβδομήκοντα δύο.
 
Β Εσδ. 2,5 υἱοὶ Ἄρες ἑπτακόσιοι ἑβδομηκονταπέντε·
Β Εσδ. 2,5 Οι απόγονοι του Αρές επτακόσιοι εβδομήκοντα πέντε.
 
Β Εσδ. 2,6 υἱοὶ Φαὰθ Μωὰβ τοῖς υἱοῖς Ἰησουὲ Ἰωὰβ δισχίλιοι ὀκτακόσιοι δεκαδύο·
Β Εσδ. 2,6 Οι απόγονοι του Φαάθ Μωάβ απόγονοι των υιών αυτού Ιησουέ και Ιωάβ, δύο χιλιάδες οκτακόσιοι δώδεκα.
 
Β Εσδ. 2,7 υἱοὶ Αἰλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες·
Β Εσδ. 2,7 Οι απόγονοι του Αιλάμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.
 
Β Εσδ. 2,8 υἱοὶ Ζατθουὰ ἐνακόσιοι τεσσαρακονταπέντε·
Β Εσδ. 2,8 Οι απόγονοι του Ζατθουά εννεακόσιοι τεσσαράκοντα πέντε.
 
Β Εσδ. 2,9 υἱοὶ Ζακχοὺ ἑπτακόσιοι ἑξήκοντα·
Β Εσδ. 2,9 Οι απόγονοι του Ζακχού επτακόσιοι εξήκοντα.
 
Β Εσδ. 2,10 υἱοὶ Βανουὶ ἑξακόσιοι τεσσαρακονταδύο·
Β Εσδ. 2,10 Οι απόγονοι του Βανουί εξακόσιοι τεσσαράκοντα δύο.
 
Β Εσδ. 2,11 υἱοὶ Βαβαΐ ἑξακόσιοι εἰκοσιτρεῖς·
Β Εσδ. 2,11 Οι απόγονοι του Βαδαί εξακόσιοι είκοσι τρεις.
 
Β Εσδ. 2,12 υἱοὶ Ἀσγὰδ χίλιοι διακόσιοι εἰκοσιδύο·
Β Εσδ. 2,12 Οι απόγονοι του Ασγάδ χίλιοι διακόσιοι είκοσι δύο.
 
Β Εσδ. 2,13 υἱοὶ Ἀδωνικὰμ ἑξακόσιοι ἑξηκονταέξ·
Β Εσδ. 2,13 Οι απόγονοι του Αδωνικάμ εξακόσιοι εξήκοντα εξ.
 
Β Εσδ. 2,14 υἱοὶ Βαγουὲ δισχίλιοι πεντηκονταέξ·
Β Εσδ. 2,14 Οι απόγονοι του Βαγουέ δύο χιλιάδες πεντήκοντα εξ.
 
Β Εσδ. 2,15 υἱοὶ Ἀδδὶν τετρακόσιοι πεντηκοντατέσσαρες·
Β Εσδ. 2,15 Οι απόγονοι του Αδδίν τετρακόσιοι πεντήκοντα τέσσαρες.
 
Β Εσδ. 2,16 υἱοὶ Ἀτὴρ τῷ Ἐζεκίᾳ ἐνενηκονταοκτώ·
Β Εσδ. 2,16 Οι απόγονοι του Ατήρ από την οικογένειαν του Εζεκία ενενήκοντα οκτώ.
 
Β Εσδ. 2,17 υἱοὶ Βασσοῦ τριακόσιοι εἰκοσιτρεῖς·
Β Εσδ. 2,17 Οι απόγονοι του Βασσού τριακόσιοι είκοσι τρεις.
 
Β Εσδ. 2,18 υἱοὶ Ἰωρὰ ἑκατὸν δεκαδύο·
Β Εσδ. 2,18 Οι απόγονοι του Ιωρά εκατόν δώδεκα.
 
Β Εσδ. 2,19 υἱοὶ Ἀσοὺμ διακόσιοι εἰκοσιτρεῖς·
Β Εσδ. 2,19 Οι απόγονοι του Ασούμ διακόσιοι είκοσι τρεις.
 
Β Εσδ. 2,20 υἱοὶ Γαβὲρ ἐνενηκονταπέντε·
Β Εσδ. 2,20 Οι απόγονοι του Γαβέρ ενενήκοντα πέντε.
 
Β Εσδ. 2,21 υἱοὶ Βεθλαὲμ ἑκατὸν εἰκοσιτρεῖς·
Β Εσδ. 2,21 Οι απόγονοι του Βεθλαέμ εκατόν είκοσι τρεις.
 
Β Εσδ. 2,22 υἱοὶ Νετωφὰ πεντηκονταέξ·
Β Εσδ. 2,22 Οι απόγονοι του Νετωφά πεντήκοντα εξ.
 
Β Εσδ. 2,23 υἱοὶ Ἀναθὼθ ἑκατὸν εἰκοσιοκτώ·
Β Εσδ. 2,23 Οι απόγονοι του Αναθώθ εκατόν είκοσι οκτώ.
 
Β Εσδ. 2,24 υἱοὶ Ἀζμὼθ τεσσαρακοντατρεῖς·
Β Εσδ. 2,24 Οι απόγονοι του Αζμώθ τεσσαράκοντα τρεις.
 
Β Εσδ. 2,25 υἱοὶ Καριαθιαρὶμ Χαφιρὰ καὶ Βηρὼθ ἑπτακόσιοι τεσσαρακοντατρεῖς·
Β Εσδ. 2,25 Οι απόγονοι των κατοίκων των πόλεων Καριαθιαρίμ, Χαφιρά και Βηρώθ επτακόσιοι τεσσαράκοντα τρεις.
 
Β Εσδ. 2,26 υἱοὶ τῆς Ῥαμὰ καὶ Γαβαὰ ἑξακόσιοι εἰκοσιεῖς·
Β Εσδ. 2,26 Οι απόγονοι εκ των πόλεων Ραμά και Γαβαά εξακόσιοι είκοσι ένας.
 
Β Εσδ. 2,27 ἄνδρες Μαχμὰς ἑκατὸν εἰκοσιδύο·
Β Εσδ. 2,27 Ανδρες από την πόλιν Μαχμάς εκατόν είκοσι δύο.
 
Β Εσδ. 2,28 ἄνδρες Βαιθὴλ καὶ Ἀϊὰ τετρακόσιοι εἰκοσιτρεῖς·
Β Εσδ. 2,28 Ανδρες από την πόλιν Βαιθήλ και Αϊά τετρακόσιοι είκοσι τρεις.
 
Β Εσδ. 2,29 υἱοὶ Ναβοὺ πεντηκονταδύο·
Β Εσδ. 2,29 Οι απόγονοι του Ναβού πεντήκοντα δύο.
 
Β Εσδ. 2,30 υἱοὶ Μαγεβὶς ἑκατὸν πεντηκονταέξ·
Β Εσδ. 2,30 Οι απόγονοι του Μαγεβίς εκατόν πεντήκοντα εξ.
 
Β Εσδ. 2,31 υἱοὶ Ἠλαμὰρ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες·
Β Εσδ. 2,31 Οι απόγονοι του Ηλαμάρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.
 
Β Εσδ. 2,32 υἱοὶ Ἠλὰμ τριακόσιοι εἴκοσιν·
Β Εσδ. 2,32 Οι απόγονοι του Ηλάμ τριακόσιοι είκοσι.
 
Β Εσδ. 2,33 υἱοὶ Λοδαδὶ καὶ Ὠνὼ ἑπτακόσιοι εἰκοσιπέντε·
Β Εσδ. 2,33 Οι απόγονοι του Λοδαδί και Ωνώ επτακόσιοι είκοσι πέντε.
 
Β Εσδ. 2,34 υἱοὶ Ἱεριχὼ τριακόσιοι τεσσαρακονταπέντε·
Β Εσδ. 2,34 Οι εκ των κατοίκων της Ιεριχώ τριακόσιοι τεσσαράκοντα πέντε.
 
Β Εσδ. 2,35 υἱοὶ Σεναὰ τρισχίλιοι ἑξακόσιοι τριάκοντα·
Β Εσδ. 2,35 Οι απόγονοι του Σεναά τρεις χιλιάδες εξακόσιοι τριάκοντα.
 
Β Εσδ. 2,36 καὶ οἱ ἱερεῖς υἱοὶ Ἰεδουὰ τῷ οἴκῳ Ἰησοῖ ἐνακόσιοι ἑβδομηκοντατρεῖς·
Β Εσδ. 2,36 Από δε τους ιερείς ήσαν οι εξής· Οι απόγονοι του Ιεδουά από την οικογένειαν του Ιησού εννεακόσιοι εβδομήκοντα τρεις.
 
Β Εσδ. 2,37 υἱοὶ Ἐμμὴρ χίλιοι πεντηκονταδύο·
Β Εσδ. 2,37 Οι απόγονοι του Εμμήρ χίλιοι πεντήκοντα δύο.
 
Β Εσδ. 2,38 υἱοὶ Φασσοὺρ χίλιοι διακόσιοι τεσσαρακονταεπτά·
Β Εσδ. 2,38 Οι απόγονοι του Φασσούρ χίλιοι διακόσιοι τεσσαράκοντα επτά.
 
Β Εσδ. 2,39 υἱοὶ Ἠρὲμ χίλιοι ἑπτά·
Β Εσδ. 2,39 Οι απόγονοι του Ηρέμ χίλιοι επτά.
 
Β Εσδ. 2,40 καὶ οἱ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιὴλ τοῖς υἱοῖς Ὠδουΐα ἑβδομηκοντατέσσαρες·
Β Εσδ. 2,40 Από δε το Λευίτας ήσαν οι κατωτέρω· Οι απόγονοι του Ιησού και του Καδμιήλ και εκ των απογόνων Ωδουΐα εβδομήκοντα τέσσαρες
 
Β Εσδ. 2,41 οἱ ᾄδοντες υἱοὶ Ἀνασὰφ ἑκατὸν εἰκοσιοκτώ·
Β Εσδ. 2,41 Από τους ψάλτας ήσαν, οι απόγονοι Ασάφ εκατόν είκοσι οκτώ.
 
Β Εσδ. 2,42 υἱοὶ τῶν πυλωρῶν υἱοὶ Σελλούμ, υἱοὶ Ἀτήρ, υἱοὶ Τελμών, υἱοὶ Ἀκούβ, υἱοὶ Ἀτιτά, υἱοὶ Σωβαΐ, οἱ πάντες ἑκατὸν τριακονταεννέα·
Β Εσδ. 2,42 Από τους θυρωρούς ήσαν, οι απόγονοι του Σελλούμ, οι απόγονοι του Ατήρ, οι απόγονοι των Τελμών, οι απόγονοι του Ακούβ, οι απόγονοι του Ατιτά, οι απόγονοι του Σωβαΐ, όλοι αυτοί ήσαν εκατόν τριάκοντα εννέα.
 
Β Εσδ. 2,43 οἱ Ναθινίμ, υἱοὶ Σουθία, υἱοὶ Ἀσουφά, υἱοὶ Ταβαώθ,
Β Εσδ. 2,43 Οι Ναθινίμ, δηλαδή οι υπηρέται του ναού οι νεωκόροι, ήσαν· Οι απόγονοι του Σουθία, οι απόγονοι του Ασουφά, οι απόγονοι του Ταβαώθ,
 
Β Εσδ. 2,44 υἱοὶ Κάδης, υἱοὶ Σιαά, υἱοὶ Φαδών,
Β Εσδ. 2,44 Οι απόγονοι του Καδης, οι απόγονοι του Σιαα, οι απόγονοί του Φαδών,
 
Β Εσδ. 2,45 υἱοὶ Λαβανώ, υἱοὶ Ἀγαβά, υἱοὶ Ἀκούβ,
Β Εσδ. 2,45 Οι απόγονοι του Λαβανώ, οι απόγονοι του Αγαβά, οι απόγονοι του Ακούβ.
 
Β Εσδ. 2,46 υἱοὶ Ἀγάβ, υἱοὶ Σελαμί, υἱοὶ Ἀνάν,
Β Εσδ. 2,46 Οι απόγονοι του Αγάβ, οι απόγονοι του Σελαμί, οι απόγονοι του Ανάν.
 
Β Εσδ. 2,47 υἱοὶ Γεδδήλ, υἱοὶ Γαάρ, υἱοὶ Ῥαϊά,
Β Εσδ. 2,47 Οι απόγονοι του Γεδδήλ, οι απόγονοι του Γαάρ, οι απόγονοι τω Ραϊά,
 
Β Εσδ. 2,48 υἱοὶ Ῥασών, υἱοὶ Νεκωδά, υἱοὶ Γαζέμ,
Β Εσδ. 2,48 οι απόγονοι του Ρασών, οι απόγονοι του Νεκωδά, οι απόγονοι του Γαζέμ,
 
Β Εσδ. 2,49 υἱοὶ Ἀζώ, υἱοὶ Φασή, υἱοὶ Βασί,
Β Εσδ. 2,49 Οι απόγονοι του Αζώ, οι απόγονοι του Φασή, οι απόγονοι του Βασί,
 
Β Εσδ. 2,50 υἱοὶ Ἀσενά, υἱοὶ Μοουνίμ, υἱοὶ Νεφουσίμ,
Β Εσδ. 2,50 Οι απόγονοι του Ασενά, οι απόγονοι του Μοουνίμ, οι απόγονοι του Νεφουσίμ,
 
Β Εσδ. 2,51 υἱοὶ Βακβούκ, υἱοὶ Ἀκουφά, υἱοὶ Ἀρούρ,
Β Εσδ. 2,51 οι απόγονοι του Βακβούκ, οι απόγονοι του Ακουφά, οι απόγονοι του Αρούρ
 
Β Εσδ. 2,52 υἱοὶ Βασαλώθ, υἱοὶ Μαουδά, υἱοὶ Ἀρσά,
Β Εσδ. 2,52 οι απόγονοι του Βασαλώθ, οι απόγονοι του Μαουδά, οι απόγονοι του Αρσά,
 
Β Εσδ. 2,53 υἱοὶ Βαρκός, υἱοὶ Σισάρα, υἱοὶ Θεμά,
Β Εσδ. 2,53 οι απόγονοι του Βαρκός, οι απόγονοι του Σισάρα, οι απόγονοι του Θεμά,
 
Β Εσδ. 2,54 υἱοὶ Νασθιέ, υἱοὶ Ἀτουφά,
Β Εσδ. 2,54 οι απόγονοι του Νασθιέ και οι απόγονοι του Ατουφά.
 
Β Εσδ. 2,55 υἱοὶ δούλων Σαλωμών, υἱοὶ Σωταΐ, υἱοὶ Σεφηρά, υἱοὶ Φαδουρά,
Β Εσδ. 2,55 Απόγονοι δε των δούλων του Σολομώντος ήσαν οι απόγονοι του Σωταΐ, οι απόγονοι του Σεφηρά, απόγονοι του Φαδουρά,
 
Β Εσδ. 2,56 υἱοὶ Ἰεηλά, υἱοὶ Δαρκών, υἱοὶ Γεδήλ,
Β Εσδ. 2,56 οι απόγονοι του Ιεηλά, οι απόγονοι του Δαρκών, απόγονοι του Γεδήλ,
 
Β Εσδ. 2,57 υἱοὶ Σαφατία, υἱοὶ Ἀτίλ, υἱοὶ Φαχεράθ, υἱοὶ Ἀσεβωείμ, υἱοὶ Ἡμεΐ·
Β Εσδ. 2,57 οι απόγονοι του Σαφατία, οι απόγονοι του Ατίλ, οι απόγονοι του Φαχεράθ, οι απόγονοι του, Ασεβωείμ, οι απόγονοι του Ημεΐ.
 
Β Εσδ. 2,58 πάντες οἱ Ναθανὶμ καὶ υἱοὶ Ἀβδησελμὰ τριακόσιοι ἐνενηκονταδύο.
Β Εσδ. 2,58 Ολοι δε αυτοί οι υπηρέται του Ναού, νεωκόροι, και οι υιοί των δούλων του Σολομώντος ήσαν εν όλω τριακόσιοι ενενήκοντα δύο.
 
Β Εσδ. 2,59 καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελέχ, Θελαρησά, Χερούβ, Ἡδάν, Ἐμμήρ καὶ οὐκ ἐδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ἱσραήλ εἰσιν·
Β Εσδ. 2,59 Οι άλλοι, οι οποίοι επανήλθαν εις τα Ιεροσόλυμα από Θελμαλέχ, Θελαρητά, Χερούδ, Ηδάν και Εμήρ και οι οποίοι δεν ημπόρεσαν να αποδείξουν εις ποίαν οικογένειαν ανήκουν εις ποίαν φυλήν και επομένως εάν κατήγοντο από τους Ισραηλίτας, ήσαν·
 
Β Εσδ. 2,60 υἱοὶ Δαλαΐα, υἱοὶ Βουά, υἱοὶ Τωβίου, υἱοὶ Νεκωδά, ἑξακόσιοι πεντηκονταδύο·
Β Εσδ. 2,60 Οι απόγονοι Δαλαΐα, οι απόγονοι του Βουα, οι απόγονοι του Τωβίου, οι απόγονοι του Νεκωδά, εν όλω εξακόσιοι πεντήκοντα δύο.
 
Β Εσδ. 2,61 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Λαβεία, υἱοὶ Ἀκκούς, υἱοὶ Βερζελλαΐ, ὃς ἔλαβεν ἀπὸ τῶν θυγατέρων Βερζελλαΐ τοῦ Γαλααδίτου γυναῖκα, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν·
Β Εσδ. 2,61 Από δε τους απόγονους των ιερέων ήσαν οι απόγονοι του Λαβεία, οι απόγονοι του Ακκούς και οι απόγονοι του Βερζελλαΐ. Αυτός είχε λάβει ως συζυγόν του μίαν από τας θυγατέρας τη Βερζελλαΐ, του καταγομένου από την Γαλαάδ, έλαβε δε και το όνομα του πατρός των γυναικών τούτων ονομασθείς και αυτός Βερζελλαΐ.
 
Β Εσδ. 2,62 οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσίμ, καὶ οὐχ εὑρέθησαν, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας·
Β Εσδ. 2,62 Αυτοί ηρεύνησαν και ανεζήτησαν μέσα στους γραπτούς καταλόγους να ανεύρουν τους τίτλους της καταγωγής των, αλλά δεν ημπόρεσαν. Δι' αυτόν δε τον λόγον και απεκλείσθησαν από την ιερωσύνην.
 
Β Εσδ. 2,63 καὶ εἶπεν Ἀθερσασθὰ αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσι καὶ τοῖς τελείοις.
Β Εσδ. 2,63 Ο δε αρχηγός των Ισραηλιτών (Ζοροβάβελ) απηγόρευσεν εις αυτούς, να τρώγουν από τας ηγιασμένας τροφάς του ναού, μέχρις ότου παρουσιασθή αρχιερεύς φέρων την Δηλωσιν και την Αλήθειαν, δια να αποφανθή περί αυτών.
 
Β Εσδ. 2,64 πᾶσα δὲ ἡ ἐκκλησία ὁμοῦ ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα,
Β Εσδ. 2,64 Ολόκληρος δε η συγκέντρωσις αυτή των Ιουδαίων ανήλθεν εις τεσσαράκοντα δύο χιλιάδας τριακοσίους εξήκοντα,
 
Β Εσδ. 2,65 χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριακοντεπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι·
Β Εσδ. 2,65 χωρίς τους δούλους και τας δούλας, οι οποίοι ανήρχοντο εις επτά χιλιάδας τριακοσίους τριάκοντα επτά. Οι δε ψάλται και αι ψάλτριαι ανήρχοντο εις διακοσίους.
 
Β Εσδ. 2,66 ἵπποι αὐτῶν ἑπτακόσιοι τριακονταέξ, ἡμίονοι αὐτῶν διακόσιοι τεσσαρακονταπέντε,
Β Εσδ. 2,66 Οι ίπποι αυτών ήσαν επτακόσιοι τριάκοντα εξ, οι δε ημίονοι των διακόσιοι τεσσαράκοντα πέντε.
 
Β Εσδ. 2,67 κάμηλοι αὐτῶν τετρακόσιοι τριακονταπέντε, ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι.
Β Εσδ. 2,67 Αι κάμηλοί των ήσαν τετρακόσιοι τριάκοντα πέντε, οι όνοι των εξ χιλιάδες επτακόσιοι είκοσι.
 
Β Εσδ. 2,68 καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλὴμ ἡκουσιάσαντο εἰς οἶκον τοῦ Θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ·
Β Εσδ. 2,68 Πολλοί από τους αρχηγούς των οικογενειών, όταν εισήλθον στον εν Ιερουσαλήμ τόπον του ναού του Κυρίου, έδωκαν αυτοπροαιρέτως προς τον ναόν του Θεού προσφοράς, δια να ανοικοδομηθή και ετοιμασθή αυτός.
 
Β Εσδ. 2,69 ὡς ἡ δύναμις αὐτῶν, ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν, μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας, καὶ κόθωνοι τῶν ἱερέων ἑκατόν.
Β Εσδ. 2,69 Εδωσαν αυτοί κατά την δύναμίν των στο θησαυροφυλάκιον του έργου χρυσόν καθαρόν εξήκοντα μίαν χιλιάδας μνας και πέντε χιλιάδας αργυράς μνας και εκατόν ιερατικά άμφια
 
Β Εσδ. 2,70 καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Ναθινὶμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.
Β Εσδ. 2,70 Ετσι δε εγκατεστάθησαν οι ιερείς, οι Λευίται, οι άνθρωποι του λαού, οι ψάλται, οι θυρωροί, οι νεωκόροι του ναού εις τας πόλεις αυτών και γενικώς όλος ο ισραηλιτικός λαός ο καθένας εις την ιδικήν του πόλιν.
 
Κεφάλαιο 3ο
Β Εσδ. 3,1 Καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος -καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν- καὶ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς Ἱερουσαλήμ.
Β Εσδ. 3,1 Εφθασεν ο έβοδμος μην, όταν πλέον οι Ισραηλίται όλοι είχον εγκατασταθή εις τας πόλεις των, και συνήχθη όλος ο λαός, ωσάν ένας άνθρωπος, εις την Ιερουσαλήμ.
 
Β Εσδ. 3,2 καὶ ἀνέστη Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἱερεῖς καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον Θεοῦ Ἰσραὴλ τοῦ ἀνενέγκαι ἐπ᾿ αὐτὸ ὁλοκαυτώσεις κατὰ τὰ γεγραμμένα ἐν νόμῳ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ.
Β Εσδ. 3,2 Εκεί εσηκώθη ο Ιησούς, ο υιός του Ιωσεδέκ, οι αδελφοί αυτού ιερείς και ο Ζοροβάβελ υιός του Σαλαθιήλ μαζή με τους αδελφούς του και ανοικοδόμησαν το θυσιαστήριον των ολοκαυτωμάτων του Θεού του Ισραήλ, δια να προσφέρουν εις αυτό ολοκαυτώματα, σύμφωνα με τον νόμον του Μωϋσέως, του ανθρώπου του Θεού.
 
Β Εσδ. 3,3 καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ, ὅτι ἐν καταπλήξει ἐπ᾿ αὐτοὺς ἀπὸ τῶν λαῶν τῶν γαιῶν, καὶ ἀνέβη ἐπ᾿ αὐτὸ ὁλοκαύτωσις τῷ Κυρίῳ τὸ πρωΐ καὶ εἰς ἑσπέραν.
Β Εσδ. 3,3 Ητοίμασαν το θυσιαστήριον τούτο όπως έπρεπε εις την πρώτην του θέσιν, διότι είχαν καταληφθή από μεγάλην ανησυχίαν εξ αιτίας των γειτονικών λαών. Εκεί δε προσέφερον τα ολοκαυτώματα προς τον Κυριον κάθε πρωΐαν και κάθε εσπέραν.
 
Β Εσδ. 3,4 καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμμένον καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς ἡ κρίσις, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ,
Β Εσδ. 3,4 Εώρτασαν την εορτήν της Σκηνοπηγίας, όπως είναι γραμμένον στον Νομον, και προσέφεραν ολοκαυτώματα κάθε ημέραν εις αριθμόν, που ώριζεν ο Νομος δια την κάθε ημέραν.
 
Β Εσδ. 3,5 καὶ μετὰ τοῦτο ὁλοκαυτώσεις ἐνδελεχισμοῦ καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς τῷ Κυρίῳ τὰς ἡγιασμένας καὶ παντὶ ἑκουσιαζομένῳ ἑκούσιον τῷ Κυρίῳ.
Β Εσδ. 3,5 Επειτα από αυτό προσέφεραν στο θυσιαστήριον τούτο τα καθημερινά ολοκαυτώματα, τα ολοκαυτώματα δια την πρώτην ημέραν εκάστου μηνός και δι' όλας τας άλλας εορτάς τας καθιερωμένας δια τον Κυριον, όπως επίσης και τας προσφοράς, τας οποίας κάθε Ισραηλίτης αυτοπροαιρέτως προσέφερεν.
 
Β Εσδ. 3,6 ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου ἤρξαντο ἀναφέρειν ὁλοκαυτώσεις τῷ Κυρίῳ καὶ ὁ οἶκος τοῦ Κυρίου οὐκ ἐθεμελιώθη.
Β Εσδ. 3,6 Από την πρώτην ημέραν του εβδόμου μηνός ήρχισαν οι Ισραηλίται να προσφέρουν τακτικά επάνω στο θυσιαστήριον των ολοκαυτωμάτων ολοκαυτώματα προς τον Κυριον. Αλλά ο ναός του Κυρίου δεν είχεν ακόμη θεμελιωθή.
 
Β Εσδ. 3,7 καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσι καὶ βρώματα καὶ ποτὰ καὶ ἔλαιον τοῖς Σιδωνίοις καὶ τοῖς Τυρίοις ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς θάλασσαν Ἰόππης κατ᾿ ἐπιχώρησιν Κύρου βασιλέως Περσῶν ἐπ᾿ αὐτούς.
Β Εσδ. 3,7 Εδωκαν τότε χρήματα στους λατόμους και στους ξυλουργούς. Εδωσαν επίσης τρόφιμα, ποτά και λάδι στους κατοίκους Σιδώνος και Τυρου, δια να προμηθεύσουν εις αυτούς ξύλα κέδρινα από το όρος Λιβανον και να τα παραδώσουν στον λιμένα της Ιόππης, σύμφωνα με την εντολήν, την οποίαν είχον λάβει από τον Κύρον, τον βασιλέα των Περσών.
 
Β Εσδ. 3,8 καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ Θεοῦ ἐν Ἱερουσαλήμ, ἐν μηνὶ τῷ δευτέρῳ, ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς αἰχμαλωσίας εἰς Ἱερουσαλὴμ καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ Κυρίου.
Β Εσδ. 3,8 Κατά τον δεύτερον μήνα του δευτέρου έτους της ελεύσεώς των στον ναόν του Κυρίου της Ιερουσαλήμ ήρχισαν ο Ζοροβάβελ, ο υιός του Σαλαθιήλ, και ο Ιησούς ο υιός του Ιωσεδέκ, μαζή με τους άλλους αδελφούς των, οι ιερείς και οι Λευίται και όλοι όσοι είχον επανέλθει από την αιχμαλωσίαν εις την Ιερουσαλήμ ήρχισαν το έργον των και ώρισαν τους Λευίτας από είκοσι ετών και άνω ως επιστάτας εις εκείνους, οι οποίοι θα ανοικοδομούσαν τον ναόν του Κυρίου.
 
Β Εσδ. 3,9 καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Καδμιὴλ καὶ οἱ υἱοὶ αὐτοῦ υἱοὶ Ἰούδα, ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ Θεοῦ, υἱοὶ Ἠναδάδ, υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται.
Β Εσδ. 3,9 Ο Ιησούς, τα παιδιά του, όπως επίσης και οι αδελφοί του, ο Καδμιήλ με τους υιούς του, οι απόγονοι του Ιούδα, ανέλαβαν το καθήκον της εποπτείας των εις εκείνους, οι οποίοι θα ησχολούντο με την ανοικοδόμησιν του ναού του Κυρίου. Επίσης το αυτό έργον ανέλαβον οι απόγονοι του Ηναδάδ, με τους υιούς των και τους αδελφούς των. Ολοι δε αυτοί ήσαν Λευίται.
 
Β Εσδ. 3,10 καὶ ἐθεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου, καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι ἐν σάλπιγξι καὶ οἱ Λευῖται υἱοὶ Ἀσὰφ ἐν κυμβάλοις τοῦ αἰνεῖν τὸν Κύριον ἐπὶ χεῖρας Δαυὶδ βασιλέως Ἰσραήλ.
Β Εσδ. 3,10 Τοτε έθεσαν τα θεμέλια της ανοικοδομήσεως του οίκου του Κυρίου, καθ' ον χρόνον οι ιερείς στολισμένοι έστεκαν με τας σάλπιγγας εις τα χέρια των και οι Λευίται, οι απόγονοι του Ασάφ, με τα κύβδαλά των, δια να υμνούν τον Κυριον σύμφωνα με τας οδηγίας του Δαυίδ, βασιλέως του Ισραήλ.
 
Β Εσδ. 3,11 καὶ ἀπεκρίθησαν ἐν αἴνῳ καὶ ἀνθομολογήσει τῷ Κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ Ἰσραήλ. καὶ πᾶς ὁ λαὸς ἐσήμαινε φωνῇ μεγάλῃ αἰνεῖν τῷ Κυρίῳ ἐπὶ τῇ θεμελιώσει τοῦ οἴκου Κυρίου.
Β Εσδ. 3,11 Ηρσισαν λοιπόν να υμνούν και δοξολογούν τον Κυριον επαναλαμβάνοντες την επωδόν· “ότι αγαθόν, ότι στον αιώνα το έλεος αυτού επί τον Ισραήλ”. Ολόκληρος δε λαός ύψωσε φωνήν μεγάλην δοξολογών τον Κυριον δια την θεμελίωσιν του ναού του Κυρίου.
 
Β Εσδ. 3,12 καὶ πολλοὶ ἀπὸ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ ἄρχοντες τῶν πατριῶν οἱ πρεσβύτεροι, οἳ εἴδοσαν τὸν οἶκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ, καὶ τοῦτον τὸν οἶκον ἐν ὀφθαλμοῖς αὐτῶν, ἔκλαιον φωνῇ μεγάλῃ· καὶ ὁ ὄχλος ἐν σημασίᾳ μετ᾿ εὐφροσύνης τοῦ ὑψῶσαι ᾠδήν·
Β Εσδ. 3,12 Αλλά πολλοί από τους ιερείς και τους Λευίτας και τους αρχγούς των οικογενειών, οι οποίοι ήσαν μεγάλοι κατά την ηλικίαν και είχον ίδει τον πρώτον ναόν εις όλην αυτού την μεγαλοπρέπειαν, έβλεπον δε τούτον τον μικρόν ναόν σήμερον, έκλαιον με μεγάλην φωνήν. Ο άλλος όμως λαός, που απετελείτο από νεωτέρους, οι οποίοι δεν είχον ίδει τον προηγούμενον ναόν, εφώναζον με μεγάλην φωνήν και έψαλλον ύμνους δοξολογίας προς τον Κυριον.
 
Β Εσδ. 3,13 καὶ οὐκ ἦν ὁ λαὸς ἐπιγινώσκων φωνὴν σημασίας τῆς εὐφροσύνης ἀπὸ τῆς φωνῆς τοῦ κλαυθμοῦ τοῦ λαοῦ, ὅτι ὁ λαὸς ἐκραύγασε φωνῇ μεγάλῃ, καὶ ἡ φωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν.
Β Εσδ. 3,13 Δεν ήτο δυνατόν να ξεχωρίση κανείς την φωνήν της χαράς των νεωτέρων από την φωνή του κλαυθμού των πρεσβυτέρων του λαού διότι ο λαός αυτός έκραζε πολύ δυνατά και ο ήχος του ηκούετο από μακράν.
 
Κεφάλαιο 4ο
Β Εσδ. 4,1 Καὶ ἤκουσαν οἱ θλίβοντες Ἰούδα καὶ Βενιαμίν, ὅτι υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν οἶκον τῷ Κυρίῳ Θεῷ Ἰσραήλ,
Β Εσδ. 4,1 Οι εχθροί της φυλής του Ιούδα και της φυλής του Βενιαμίν επληροφορήθησαν ότι οι Ιουδαίοι, που είχον επανέλθει από την αιχμαλωσίαν, ανοικοδομούσαν τον ναόν του Κυρίου του Θεού του ισραηλιτικού λαού.
 
Β Εσδ. 4,2 καὶ ἤγγισαν πρὸς Ζοροβάβελ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν καὶ εἶπον αὐτοῖς· οἰκοδομήσομεν μεθ᾿ ὑμῶν, ὅτι ὡς ὑμεῖς ἐκζητοῦμεν τῷ Θεῷ ἡμῶν. καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ ἡμερῶν Ἀσαραδδὼν βασιλέως Ἀσσοὺρ τοῦ ἐνέγκαντος ἡμᾶς ὧδε.
Β Εσδ. 4,2 Ηλθαν, λοιπόν, προς τον Ζοροβάβελ και προς τους αρχηγούς των οικογενειών και είπαν προς αυτούς· “θα ανοικοδομήσωμεν και ημείς μαζη με σας, διότι και ημείς λατρεύομεν τον Θεόν μας, όπως και σεις, και εις αυτόν προσφέρομεν θυσίας από της εποχής του Ασραδδών, βασιλέως των Ασσυρίων, ο οποίος μας έφερεν εδώ”.
 
Β Εσδ. 4,3 καὶ εἶπε πρὸς αὐτοὺς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ἰσραήλ· οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ ἡμῶν, ὅτι ἡμεῖς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν τῷ Κυρίῳ Θεῷ ἡμῶν, ὡς ἐνετείλατο ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν.
Β Εσδ. 4,3 Ο Ζοροβάβελ, ο Ιησούς και οι άλλοι αρχηγοί των πατριών του ισραηλιτικού λαού, απήντησε προς αυτούς· “δεν είναι πρέπον και νοητόν να ανοικοδομήσωμεν ημείς μαζή με σας τον ναόν του Θεού μας, αλλά ημείς μόνοι θα ανοικοδομήσωμεν αυτόν προς τον Κυριον τον Θεόν μας, όπως άλλωστε μας διέταξε Κύρος ο βασιλεύς των Περσώνό
 
Β Εσδ. 4,4 καὶ ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων τὰς χεῖρας τοῦ λαοῦ Ἰούδα καὶ ἐνεπόδιζον αὐτοὺς οἰκοδομεῖν
Β Εσδ. 4,4 Τοτε ο λαός εκείνης της χώρας παρενέβαλε διάφορα προσκόμματα εις την εργασίαν του ιουδαϊκού λαού και ημπόδιζεν αυτόν στο έργον της ανοικοδομήσεως.
 
Β Εσδ. 4,5 καὶ μισθούμενοι ἐπ᾿ αὐτοὺς βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσῶν καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσῶν.
Β Εσδ. 4,5 Επλήρωναν δε ιδικούς των ανθρώπους ως δολιοφθορείς, δια να ματαιώσουν την απόφασιν των Ιουδαίων προς ανοικοδόμησιν του ναού. Ετσι δε εφέρθησαν καθ' όλον το διάστημα της βασιλείας Κυρου, του βασιλέως των Περσών, μέχρι της βασιλείας του Δαρείου βασιλέως των Περσών.
 
Β Εσδ. 4,6 Καὶ ἐν βασιλείᾳ Ἀσσουήρου, ἐν ἀρχῆ βασιλείας αὐτοῦ, ἔγραψαν ἐπιστολὴν ἐπὶ οἰκοῦντας Ἰούδα καὶ Ἱερουσαλήμ.
Β Εσδ. 4,6 Οταν δε έγινε βασιλεύς ο Ξέρξης, αμέσως μόλις ανέλαβε την βασιλείαν του, έγραψαν αυτοί προς τον βασιλέα επιστολήν με κατηγορίας εναντίον των Ισραηλιτών, που κατοικούσαν την περιοχήν Ιούδα και την πόλιν Ιερουσαλήμ.
 
Β Εσδ. 4,7 καὶ ἐν ἡμέραις Ἀρθασασθὰ ἔγραψεν ἐν εἰρήνῃ Μιθραδάτῃ Ταβεὴλ καὶ τοῖς λοιποῖς συνδούλοις. πρὸς Ἀρθασασθὰ βασιλέα Περσῶν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἡρμηνευμένην.
Β Εσδ. 4,7 Κατά την περίοδον της βασιλείας του ο Αρταξέρξης έγραψεν επιστολήν προς τον Μιθραδάτην, τον Ταβεήλ, και τους άλλους συντρόφους των, με πνεύμα ειρήνης και καλωσύνης. Προς τον βασιλέα απήντησεν ο γραμματεύς αυτών δι' επιστολής γραμμένης εις την αραμαϊκήν γλώσσαν μεταφρασμένης εις την περσικήν.
 
Β Εσδ. 4,8 Ῥαοὺμ βααλτὰμ καὶ Σαμψὰ ὁ γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ Ἱερουσαλὴμ τῷ Ἀρθασασθὰ βασιλεῖ.
Β Εσδ. 4,8 Τοτε ο διοικητής Ραούμ και ο γραμματεύς Σαμψά έγραψαν προς τον Αρταξέρξην τον βασιλέα μίαν επιστολήν εναντίον της Ιερουσαλήμ.
 
Β Εσδ. 4,9 τάδε ἔκρινε Ῥαοὺμ βααλτὰμ καὶ Σαμψὰ ὁ γραμματεὺς καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμῶν, Δειναῖοι, Ἀφαρσαθαχαῖοι, Ταρφαλαῖοι, Ἀφασραῖοι, Ἀρχυαῖοι, Βαβυλώνιοι, Σουσαναχαῖοι, Δαυαῖοι
Β Εσδ. 4,9 Αυτά έκριναν να θέσουν υπ' όψιν του βασιλέως ο Ραούμ ο διοικητής και ο Σαμψά ο γραμματεύς και οι άλλοι σύντροφοί μας, όπως επίσης και οι Δειναίοι και οι Αφαρσαθαχαίοι, οι Ταρφαλαίοι, οι Αφαρσαίοι, οι Αρχυαίοι, οι Βαβυλώνιοι, οι Σουσαναχαίοι, οι Δαυαίοι,
 
Β Εσδ. 4,10 καὶ οἱ κατάλοιποι ἐθνῶν, ὧν ἀπώκισεν Ἀσσεναφὰρ ὁ μέγας καὶ ὁ τίμιος καὶ μετῴκισεν αὐτοὺς ἐν πόλεσι τῆς Σομόρων καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ·
Β Εσδ. 4,10 και οι υπόλοιποι εθνικοί λαοί, τους οποίους ο μεγάλος και ένδοξος Ασσεναφάρ μετέφερε και εγκατέστησεν εις τας πόλεις της Σαμαρείας και εις την πέραν του Ευφράτου ποταμού περιοχήν.
 
Β Εσδ. 4,11 αὕτη ἡ διαταγὴ τῆς ἐπιστολῆς ἧς ἀπέστειλαν πρὸς αὐτόν· «Πρὸς Ἀρθασασθὰ βασιλέα παῖδές σου ἄνδρες πέραν τοῦ ποταμοῦ.
Β Εσδ. 4,11 Το δε περιεχόμενον αυτής της επιστολής, την οποίαν έστειλαν προς τον Αρταξέρξην, ήτο το εξής· “Προς τον Αρταξέρξην τον βασιλέα, ημείς οι δούλοι σου, οι οποίοι ευρισκόμεθα πέραν του ποταμού Ευφράτου, θέτομεν υπ' όψει σου τα εξής·
 
Β Εσδ. 4,12 γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι οἱ Ἰουδαῖοι οἱ ἀναβάντες ἀπὸ σοῦ πρὸς ἡμᾶς ἤλθοσαν εἰς Ἱερουσαλὴμ τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηράν, ἣν οἰκοδομοῦσι, καὶ τὰ τείχη αὐτῆς κατηρτισμένα εἰσί, καὶ θεμελίους αὐτῆς ἀνύψωσαν.
Β Εσδ. 4,12 Ας γίνη γνωστόν στον βασιλέα ότι οι Ιουδαίοι, οι οποίοι επανήλθον από την χώραν σου προς ημάς, ήλθον εις την Ιερουσαλήμ, την πόλιν την επαναστάτιδα και κακήν, και έχουν αρχίσει να την ανοικοδομούν. Τα υλικά δια την οικοδομήν του τείχους είναι έτοιμα και τα θεμέλια έχουν ίδη ανυψωθή.
 
Β Εσδ. 4,13 νῦν οὖν γνωστὸν ἔστω τῷ βασιλεῖ, ὅτι ἐὰν ἡ πόλις ἐκείνη ἀνοικοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῶσι, φόροι οὐκ ἔσονταί σοι οὐδὲ δώσουσι· καὶ τοῦτο βασιλεῖς κακοποιεῖ·
Β Εσδ. 4,13 Φέρομεν λοιπόν, εις γνώσιν του βασιλέως ότι, εάν η πόλις αυτή ανοικοδομηθή και τα τείχη αυτής ολοκληρωθούν, δεν θα δίδουν πλέον οι Ιουδαίοι φόρους στον βασιλέα, πράγμα το οποίον είναι γενικώς κακόν δια τους βασιλείς.
 
Β Εσδ. 4,14 καὶ ἀσχημοσύνην βασιλέως οὐκ ἔξεστιν ἡμῖν ἰδεῖν· διὰ τοῦτο ἐπέμψαμεν καὶ ἐγνωρίσαμεν τῷ βασιλεῖ,
Β Εσδ. 4,14 Επειδή δεν είναι δυνατόν να ανεχθώμεν την καταφρόνησιν αυτήν του βασιλέως, δια τούτο εστείλαμεν και κατεστήσαμεν γνωστόν τούτο στον βασιλέα,
 
Β Εσδ. 4,15 ἵνα ἐπισκέψηται ἐν βίβλῳ ὑπομνηματισμοῦ τῶν πατέρων σου, καὶ εὑρήσεις καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη πόλις ἀποστάτις, κακοποιοῦσα βασιλεῖς καὶ χώρας, καὶ φυγαδεῖαι δούλων γίνονται ἐν μέσῳ αὐτῆς ἀπὸ ἡμερῶν αἰῶνος· διὰ ταῦτα ἡ πόλις αὕτη ἠρημώθη.
Β Εσδ. 4,15 δια να ερευνήση εις τα αρχεία των προγόνων του, όπου θα εύρη στοιχεία και θα πεισθή ότι η πόλις εκείνη, η Ιερουσαλήμ, είναι αποστάτις. Ο έχει διαπράξει πολλά κακά εναντίον βασιλέων και εναντίον των χωρών των ότι είναι τόπος, όπου καταφεύγουν οι δραπετεύοντες δούλοι από αρχαιοτάτων χρόνων. Δια τας κακουργίας της, άλλωστε αυτάς έχει μεταβληθή η πόλις εις ερείπια.
 
Β Εσδ. 4,16 γνωρίζομεν οὖν ἡμεῖς τῷ βασιλεῖ ὅτι ἂν ἡ πόλις ἐκείνη οἰκοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῇ, οὐκ ἔστι σοι εἰρήνη».
Β Εσδ. 4,16 Καθιστώμεν λοιπόν γνωστόν ημείς στον βασιλέα ότι, εάν αυτή η πόλις ανοικοδομηθή και τα τείχη της ολοκληρωθούν, δεν θα υπάρχη πλέον εις σε ειρήνη”.
 
Β Εσδ. 4,17 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς Ῥαοὺμ βααλτὰμ καὶ Σαμψὰ γραμματέα καὶ τοὺς καταλοίπους συνδούλους αὐτῶν τοὺς οἰκοῦντας ἐν Σαμαρείᾳ καὶ τοὺς καταλοίπους πέραν τοῦ ποταμοῦ εἰρήνην καὶ φησίν·
Β Εσδ. 4,17 Κατόπιν της επιστολής αυτής έστειλεν ο βασιλεύς απάντησιν προς τον κυβερνήτην Ραουμ και τον γραμματέα Σαψά και τους άλλους συντρόφους των, οι οποίοι κατοικούσαν εις την Σαμάρειαν και τους υπολοίπους που ευρίσκοντο πέραν του ποταμού Ευφράτου, και μετά του ειρηνικούς χαιρετισμούς λέγει.
 
Β Εσδ. 4,18 «ὁ φορολόγος, ὃν ἀπεστείλατε πρὸς ἡμᾶς, ἐκλήθη ἔμπροσθεν ἐμοῦ.
Β Εσδ. 4,18 “Ο γραμματοκομιστής, τον οποίον μας επεστείλατε, εκλήθη ενώπιόν μου.
 
Β Εσδ. 4,19 καὶ παρ᾿ ἐμοῦ ἐτέθη γνώμη καὶ ἐπεσκεψάμεθα καὶ εὕραμεν, ὅτι ἡ πόλις ἐκείνη ἀφ᾿ ἡμερῶν αἰῶνος ἐπὶ βασιλεῖς ἐπαίρεται, καὶ ἀποστάσεις καὶ φυγαδεῖαι γίνονται ἐν αὐτῇ·
Β Εσδ. 4,19 Εγώ δε έδωκα διαταγήν να ερευνήσουν σχετικώς και ευρήκαμεν πράγματι ότι, η πόλις αυτή από αρχαιοτάτων χρόνων υπερηφανεύεται εναντίον βασιλέων και ότι είναι τόπος επαναστάσεων και καταφύγιον δραπετευόντων δούλων.
 
Β Εσδ. 4,20 καὶ βασιλεῖς ἰσχυροὶ ἐγένοντο ἐν Ἱερουσαλὴμ καὶ ἐπικρατοῦντες ὅλης τῆς πέραν τοῦ ποταμοῦ, καὶ φόροι πλήρεις καὶ μέρος δίδονται αὐτοῖς·
Β Εσδ. 4,20 Υπήρξαν εις την Ιερουσαλήμ και βασιλείς ισχυροί, οι οποίοι έγιναν κύριοι όλης της πέραν του ποταμού Ευφράτου χώρας. Εις αυτούς δε κατεβάλλοντο μεγάλοι φόροι, όπως επίσης και δικαίωμα διόδου δια μέσου των χωρών των.
 
Β Εσδ. 4,21 καὶ νῦν θέτε γνώμην καταργῆσαι τοὺς ἄνδρας ἐκείνους, καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται ἔτι·
Β Εσδ. 4,21 Τωρα, λοιπόν δώσατε διαταγήν να σταματήσουν οι άνδρες το έργον της ανοικοδομήσεως, δι να μη ανοικοδομηθή πλέον η πόλις αυτή.
 
Β Εσδ. 4,22 ὅπως ἀπὸ τῆς γνώμης πεφυλαγμένοι ἦτε ἄνεσιν ποιῆσαι περὶ τούτου, μή ποτε πληθυνθῇ ἀφανισμὸς εἰς κακοποίησιν βασιλεῦσι».
Β Εσδ. 4,22 Διατάσσω δε να μη αμελήσετε την εκτέλεσιν αυτής μου της διαταγής και τούτο δια να μη επαναληφθή και πληθυνθή όλεθρος εκ μέρους των Ιουδαίων εις μεγάλην βλάβην των βασιλέων”.
 
Β Εσδ. 4,23 Τότε ὁ φορολόγος τοῦ Ἀρθασασθὰ βασιλέως ἀνέγνω ἐνώπιον Ῥαοὺμ βααλτὰμ καὶ Σαμψὰ γραμματέως καὶ συνδούλων αὐτοῦ· καὶ ἐπορεύθησαν σπουδῇ εἰς Ἱερουσαλὴμ καὶ ἐν Ἰούδᾳ καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει.
Β Εσδ. 4,23 Τοτε γραμματοκομιστής του βασιλέως Αρταξέρξου επέστρεψε και ανέγνωσεν ενώπιον του διοικητού Ραούμ και του γραμματέως Σαμψά και των συντρόφων των την επιστολήν αυτήν. Εκείνοι αμέσως μετέβησαν εις την Ιερουσαλήμ της Ιουδαίας και με ιππικόν και με άλλην στρατιωτικήν δύναμιν εσταμάτησαν τους εργάτας από τα έργα των.
 
Β Εσδ. 4,24 τότε ἤργησε τὸ ἔργον οἴκου τοῦ Θεοῦ τὸ ἐν Ἱερουσαλὴμ καὶ ἦν ἀργοῦν ἕως δευτέρου ἔτους τῆς βασιλείας Δαρείου βασιλέως Περσῶν.
Β Εσδ. 4,24 Τοτε διεκόπη το εργο της ανοικοδομήσεως του ναού του Θεού εις την Ιερουσαλήμ. Αυτή δε η διακοπή παρετάθη μέχρι του δευτέρου έτους της βασιλείας του Δαρείου, βασιλέως των Περσών.
 
Κεφάλαιο 5ο
Β Εσδ. 5,1 Καὶ ἐπροφήτευσεν Ἀγγαῖος ὁ προφήτης καὶ Ζαχαρίας ὁ τοῦ Ἀδδὼ προφητείαν ἐπὶ τοὺς Ἰουδαίους τοὺς ἐν Ἰούδᾳ καὶ Ἱερουσαλὴμ ἐν ὀνόματι Θεοῦ Ἰσραὴλ ἐπ᾿ αὐτούς.
Β Εσδ. 5,1 Ο προφήτης Αγγαίος και ο προφήτης Ζαχαρίας, ο έγγονος του Αδδώ, εδίδασκον εν ονόματι Κυρίου του Θεού των Ισραηλιτών το θέλημα του Θεού και προέλεγαν τα μέλλοντα στους Ιουδαίους, οι οποίοι ευρίσκονται εις την Ιουδαίαν και την Ιερουσαλήμ.
 
Β Εσδ. 5,2 τότε ἀνέστησαν Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς υἱὸς Ἰωσεδὲκ καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱερουσαλήμ, καὶ μετ᾿ αὐτῶν οἱ προφῆται τοῦ Θεοῦ βοηθοῦντες αὐτοῖς.
Β Εσδ. 5,2 Τοτε εσηκώθησαν ο Ζοροβάβελ, ο υιός του Σαλαθιήλ, και ο Ιησούς ο υιός του Ιωσεδέκ, και ήρχισαν να ανοικοδομούν τον ναόν του Θεού εις Ιερουσαλήμ. Μαζή των δε ήσαν και οι δύο προμνημονευθέντες προφήται, οι οποίοι και τους ενίσχυον στο έργον των.
 
Β Εσδ. 5,3 ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπ᾿ αὐτοὺς Θανθαναΐ ἔπαρχος πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζαναΐ καὶ οἱ σύνδουλοι αὐτῶν καὶ τοιάδε εἶπαν αὐτοῖς· τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦτον καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι;
Β Εσδ. 5,3 Κατά την εποχήν εκείνην ο διοικητής της πέραν του ποταμού Ευφράτου χώρας, ο Θανθαναΐ, ήλθε προς τους Ιουδαίους μαζή με τον Σαθαρβουζαναί και τους συντρόφους των και είπον προς τους Ιουδαίους· “ποιός σας έδωσε την άδειαν να ανοικοδομήσετε αυτόν τον ναόν και το δικαίωμα να φέρετε αυτόν εις πέρας;”
 
Β Εσδ. 5,4 τότε ταῦτα εἴποσαν αὐτοῖς· τίνα ἐστὶ τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην;
Β Εσδ. 5,4 Ακόμη δε τους ηρώτησαν και ποία είναι τα ονόματα των ανδρών, οι οποίοι ανοικοδομούν την πόλιν αυτήν.
 
Β Εσδ. 5,5 καὶ οἱ ὀφθαλμοὶ τοῦ Θεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν Ἰούδα, καὶ οὐ κατήργησαν αὐτοὺς ἕως γνώμη τῷ Δαρείῳ ἀπηνέχθη· καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ τούτου.
Β Εσδ. 5,5 Οι Οφθαλμοί όμως του πανάγαθου Θεού έβλεπαν με ευμένειαν τους Ιουδαίους, που είχον επανέλθει από την αιχμαλωσίαν, ώστε ο διοικητής και οι άλλοι άρχοντες δεν τους εσταμάτησαν από το έργον των, μέχρις ότου εζητήθη και ήλθε γνώμη και απόφασις του Δαρείου. Απεστάλη δε η απάντησις δια του γραμματοκομιστού σχετικά με την υπόθεσιν αυτήν.
 
Β Εσδ. 5,6 Διασάφησις ἐπιστολῆς, ἧς ἀπέστειλε Θανθαναΐ ὁ ἔπαρχος τοῦ πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζαναΐ καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ Δαρείῳ τῷ βασιλεῖ·
Β Εσδ. 5,6 Αυτό δε ήτο το περιεχόμενον της επιστολής, την οποίαν έστειλε προς τον Δαρείον, τον βασιλέα, ο Θανθαναΐ, ο διοικητής της πέραν του ποταμού Ευφράτου χώρας, μαζή με τον Σαθαρβουζαναί και τους συντρόφους των Αφαρσαχαίους, οι οποίοι και αυτοί ευρίσκοντο επίσης πέραν του ποταμού Ευφράτου·
 
Β Εσδ. 5,7 ῥήμασι ἀπέστειλαν πρὸς αὐτόν, καὶ τάδε γέγραπται ἐν αὐτῶ· «Δαρείῳ τῷ βασιλεῖ εἰρήνη πᾶσα.
Β Εσδ. 5,7 αυτά είναι κατά λέξιν όσα είχαν γραφή εις την επιστολήν, την οποίαν αυτοί απέστειλαν προς τον βασιλέα· “Εις τον Δαρείον τον βασιλέα ας είναι κάθε ειρήνη.
 
Β Εσδ. 5,8 γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐπορεύθημεν εἰς τὴν Ἰουδαίαν χώραν εἰς οἶκον τοῦ Θεοῦ τοῦ μεγάλου, καὶ αὐτὸς οἰκοδομεῖται λίθοις ἐκλεκτοῖς, καὶ ξύλα ἐντίθενται ἐν τοῖς τοίχοις, καὶ τὸ ἔργον ἐκεῖνο ἐπιδέξιον γίνεται καὶ εὐοδοῦται ἐν ταῖς χερσὶν αὐτῶν.
Β Εσδ. 5,8 Φέρομεν εις γνώσιν του βασιλέως ότι μετέβημεν εις την χώραν της Ιουδαίας και στον ναόν του μεγάλου Θεού και διεπιστώσαμεν ότι ο ναός αυτός ανοικοδομείται με εκλεκτούς λίθους και με ξύλα, τα οποία τίθενται στο εσωτερικόν των τοίχων. Το έργον αυτό είναι πολύ επιδέξιον και προοδεύει συνεχώς και τελειοποιείται με τα χέρια αυτών.
 
Β Εσδ. 5,9 τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους, καὶ οὕτως εἴπαμεν αὐτοῖς· τίς ἔθηκεν ὑμῖν γνώμην τὸν οἶκον τοῦτον οἰκοδομῆσαι καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι;
Β Εσδ. 5,9 Ηρωτήσαμεν τότε τους πρεσβύτερους κατά την ηλικίαν και τους είπαμεν τα εξής· Ποίος σας έδωσε την άδειαν να ανοικοδομήσετε τον ναόν τούτον και το δικαίωμα αυτό, ώστε να φέρετε εις πέρα το έργον;
 
Β Εσδ. 5,10 καὶ τὰ ὀνόματα αὐτῶν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι, ὥστε γράψαι σοι τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀρχόντων αὐτῶν.
Β Εσδ. 5,10 Ηρωτήσαμεν ακόμη και τα ονόματα αυτών, δια να καταστήσωμεν αυτά εις σε γνωστά. Να σου τα παραδώσωμεν γραπτώς τα ονόματα των ανδρών, που είναι αρχηγοί των.
 
Β Εσδ. 5,11 καὶ τοιοῦτο τὸ ῥῆμα ἀπεκρίθησαν ἡμῖν λέγοντες· ἡμεῖς ἐσμεν δοῦλοι τοῦ Θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ οἰκοδομοῦμεν τὸν οἶκον, ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλά, καὶ βασιλεὺς τοῦ Ἰσραὴλ μέγας ᾠκοδόμησεν αὐτὸν καὶ κατηρτίσατο αὐτὸν αὐτοῖς.
Β Εσδ. 5,11 Ως εξής δε απήντησαν εις ημάς εκείνοι και είπον· Ημείς είμεθα δούλοι του Θεού του ουρανού και της γης και ανοικοδομούμεν τον ναόν αυτόν, ο οποίος είχε κτισθή προ πολλών ετών. Ενας δε μέγας βασιλεύς του ισραηλιτικού λαού είχε κτίσει αυτόν και τον έφερεν εις πέρας προς χάριν των Ισραηλιτών.
 
Β Εσδ. 5,12 ἀφ᾿ ὅτε δὲ παρώργισαν οἱ πατέρες ἡμῶν τὸν Θεὸν τοῦ οὐρανοῦ, ἔδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος τοῦ Χαλδαίου καὶ τὸν οἶκον τοῦτον κατέλυσε καὶ τὸν λαὸν ἀπῴκισεν εἰς Βαβυλῶνα.
Β Εσδ. 5,12 Επειδή όμως οι πατέρες ημών παρώργισαν με τας αμαρτίας των τον Θεόν του ουρανού, δια τούτοι Θεός παρέδωκεν αυτούς δούλους εις τη εξουσίαν του Ναβουχοδονόσορος, του Χαλδαίου βασιλέως της Βαδυλώνος, ο όποίος τον μεν ναόν τούτον κατέστρεψε, τον δε ισραηλιτικόν λαόν μετέφερεν αιχμάλωτον εις την Βαβυλώνα.
 
Β Εσδ. 5,13 ἀλλ᾿ ἐν ἔτει πρώτῳ Κύρου τοῦ βασιλέως Κῦρος ὁ βασιλεὺς ἔθετο γνώμην τὸν οἶκον τοῦ Θεοῦ τοῦτον οἰκοδομηθῆναι.
Β Εσδ. 5,13 Αλλά κατά το πρώτον έτος της βασιλείας Κυρου του βασιλέως αυτός ούτος ο βασιλεύς Κύρος εξέδωσε διαταγήν να ανοικοδομηθή ο ναός αυτός.
 
Β Εσδ. 5,14 καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ Θεοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ Ναβουχοδονόσορ ἐξήνεγκεν ἀπὸ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ καὶ ἀπήνεγκεν αὐτὰ εἰς τὸν ναὸν τοῦ βασιλέως, ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἀπὸ τοῦ ναοῦ τοῦ βασιλέως καὶ ἔδωκε τῷ Σαβανασὰρ τῷ θησαυροφύλακι, τῷ ἐπὶ τοῦ θησαυροῦ
Β Εσδ. 5,14 Και αυτά δε τα χρυσά κα αργυρά ιερά σκεύη του ναού, τα οποία ο Ναβουχοδονόσορ έβγαλε από τον ναόν τον εις την Ιερουσαλήμ και τα μετέφερεν στον ιδικόν του ναόν του βασιλέως εις την Βαβυλώνα, τα επήρεν ο βασιλεύς Κύρος από τον ναόν του βασιλέως τη Βαβυλώνος και τα παρέδωκεν στον Σαβανασάρ τον θησαυροφύλακα, τον άρχοντα δηλαδή των θησαυρών
 
Β Εσδ. 5,15 καὶ εἶπεν αὐτῷ· πάντα τὰ σκεύη λάβε καὶ πορεύου, θὲς αὐτὰ ἐν τῷ οἴκῳ τῷ ἐν Ἱερουσαλὴμ εἰς τὸν τόπον αὐτῶν.
Β Εσδ. 5,15 και ειπέ προς αυτόν· Παρε όλα αυτά τα ιερά σκεύη και πήγαινε να τα τοποθετήσης στον ναόν της Ιερουσαλήμ στον τόπον των.
 
Β Εσδ. 5,16 τότε Σαβανασὰρ ἐκεῖνος ἦλθε καὶ ἔδωκε θεμελίους τοῦ οἴκου τοῦ Θεοῦ ἐν Ἱερουσαλήμ· καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήθη καὶ οὐκ ἐτελέσθη.
Β Εσδ. 5,16 Τοτε δε ο Σαβανασάρ εκείνος ήλθε πράγματι και έβαλε τα θεμέλια του ναού του Θεού εις την Ιερουσαλήμ. Και από τότε μέχρι σήμερον ανοικοδομείται ο ναός αυτός, αλλά ακόμη δεν έχει αποπερατωθή.
 
Β Εσδ. 5,17 καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, ἐπισκεπήτω ἐν τῷ οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος, ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέθη γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ ἐκεῖνον τὸν ἐν Ἱερουσαλήμ. καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμᾶς».
Β Εσδ. 5,17 Και τώρα εάν φανή αγαθόν στον βασιλέα, ας ερευνήση στον οίκον του βασιλικού θησαυροφυλακίου εις την Βαβυλώνα και ας μάθη, εάν πράγματι έχη εκδοθή από τον βασιλέα Κύρον διαταγή να ανοικοδομηθή ο ναός αυτός του Θεού εις την Ιερουσαλήμ. Ο δε βασιλεύς, αφού πληροφορηθή σχετικώς περί τούτου, ας στείλη και προς ημάς τη απόφασίν του δια το ζήτημα τούτο”.
 
Β Εσδ. 6,1 Τότε Δαρεῖος ὁ βασιλεὺς ἔθηκε γνώμην καὶ ἐπεσκέψατο ἐν ταῖς βιβλιοθήκαις, ὅπου ἡ γάζα κεῖται ἐν Βαβυλῶνι.
Β Εσδ. 6,1 Τοτε ο βασιλεύς Δαρείος διέταξε και ηρεύνησαν τα αρχεία στο θησαυροφυλάκιόν του, το οποίον υπήρχεν εις την Βαβυλώνα.
 
Β Εσδ. 6,2 καὶ εὑρέθη ἐν πόλει ἐν τῇ βάρει κεφαλὶς μία, καὶ τοῦτο ἦν γεγραμμένον ἐν αὐτῇ ὑπόμνημα·
Β Εσδ. 6,2 Εις αυτά δε και ευρέθη πράγματι στον πύργον της πόλεως ένα αντίγραφον, στο οποίον ήτο γραμμένον ως υπόμνημα το εξής·
 
Β Εσδ. 6,3 «Ἐν ἔτει πρώτῳ Κύρου βασιλέως Κῦρος ὁ βασιλεὺς ἔθηκε γνώμην περὶ οἴκου Θεοῦ τοῦ ἐν Ἱερουσαλήμ· οἶκος οἰκοδομηθήτω καὶ τόπος, οὗ θυσιάζουσι τὰ θυσιάσματα· καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα, πλάτος αὐτοῦ πήχεων ἑξήκοντα,
Β Εσδ. 6,3 “Κατά το πρώτον έτος της βασιλείας Κυρου του βασιλέως, ο βασιλεύς Κύρος εξέδωκε διαταγήν περί του ναού του Θεού, ο οποίος ευρίσκετο εις την Ιερουσαλήμ. Ο ναός αυτός ας οικοδομηθή, όπως επίσης και ο τόπος, όπου προσφέρουν τας θυσίας των οι Εβραίοι Και ώρισε το ύψος του ναού εξήκοντα πήχεις και το πλάτος αυτού επίσης εξήκοντα πήχεις.
 
Β Εσδ. 6,4 καὶ δόμοι λίθινοι κραταιοὶ τρεῖς, καὶ δόμος ξύλινος εἷς, καὶ ἡ δαπάνη ἐξ οἴκου τοῦ βασιλέως δοθήσεται·
Β Εσδ. 6,4 Θα έχη τρεις σειράς λίθων και μίαν σειράν ξύλων, η δε δαπάνη θα καταβληθή από τον οίκον του βασιλέως.
 
Β Εσδ. 6,5 καὶ τὰ σκεύη οἴκου τοῦ Θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ Ναβουχοδονόσορ ἐξήνεγκεν ἀπὸ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ καὶ ἐκόμισεν εἰς Βαβυλῶνα, καὶ δοθήτω καὶ ἀπελθέτω εἰς τὸν ναὸν τὸν ἐν Ἱερουσαλὴμ ἐπὶ τόπου, οὗ ἐτέθη ἐν οἴκῳ τοῦ Θεοῦ.
Β Εσδ. 6,5 Τα αργυρά και χρυσά ιερά σκεύη του ναού τούτου, τα οποία ο Ναβουχοδονόσορ έβγαλεν από τον ναόν τούτον της Ιερουσαλήμ και τα μετέφερεν εις την Βαβυλώνα, να αποδοθούν, δια να μεταφερθούν στον ναόν της Ιερουσαλήμ και να τοποθετηθούν στον ναόν τούτον του Θεού.
 
Β Εσδ. 6,6 νῦν δώσετε, ἔπαρχοι πέραν τοῦ ποταμοῦ Σαθαρβουζαναΐ καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ, μακρὰν ὄντες ἐκεῖθεν
Β Εσδ. 6,6 Και τώρα αφήσατε αυτούς ελευθέρους σεις οι διοικηταί, οι πέραν του ποταμού Ευφράτου, ο Σαθαρβουζαναί και οι σύντροφοί των, οι Αφαρσαχαίοι οι πέραν του ποταμού Ευφράτου ας απομακρυνθούν από εκεί.
 
Β Εσδ. 6,7 νῦν ἄφετε τὸ ἔργον οἴκου τοῦ Θεοῦ· οἱ ἀφηγούμενοι τῶν Ἰουδαίων καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων οἶκον τοῦ Θεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ.
Β Εσδ. 6,7 Λοιπόν, αφήσατε να συνεχισθή το έργον της ανοικοδομήσεως του ναού του Θεού. Οι αρχηγοί των Ιουδαίων και οι πρεσβύτεροι αυτών ας ανοικοδομήσουν τον οίκον εκείνον του Θεού, στον τόπον, όπου ευρίσκετο προηγουμένως.
 
Β Εσδ. 6,8 καὶ ἀπ᾿ ἐμοῦ γνώμη ἐτέθη, μὴ ποτέ τι ποιήσητε μετὰ τῶν πρεσβυτέρων τῶν Ἰουδαίων τοῦ οἰκοδομηθῆναι οἶκον τοῦ Θεοῦ ἐκεῖνον· καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν φόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις τὸ μὴ καταργηθῆναι·
Β Εσδ. 6,8 Εγώ εξέδωσα την διαταγήν αυτήν και προσέξατε, να μη πράξετε κάτι εναντίον των πρεσβυτέρων των Ιουδαίων και τους παρεμποδίσετε εις την ανοικοδόμησιν εκείνου του ναού του Θεού. Αλλά και από τα υπάρχοντα του βασιλέως, από τας προσόδους του που προέρχονται από τας πέραν του ποταμού Ευφράτου χώρας, να καταβάλλεται επιμελώς η δαπάνη στους άνδρας εκείνους, δια να μη ματαιωθή το έργον.
 
Β Εσδ. 6,9 καὶ ὃ ἂν ὑστέρημα, καὶ υἱοὺς βοῶν καὶ κριῶν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ Θεῷ τοῦ οὐρανοῦ, πυρούς, ἅλας, οἶνον, ἔλαιον, κατὰ τὸ ῥῆμα ἱερέων τῶν ἐν Ἱερουσαλὴμ ἔστω διδόμενον αὐτοῖς ἡμέραν ἐν ἡμέρᾳ, ὃ ἐὰν αἰτήσωσιν,
Β Εσδ. 6,9 Και ο,τι άλλο τους λείψη, μοσχάρια, κριοι, αμνοί, σίτος, αλάτι, οίνος, έλαιον δι' ολοκαυτώματα του Θεού του ουρανού, σύμφωνα με την εντολήν των ιερέων, που ευρίσκονται εις την Ιερουσαλήμ, θα χορηγήται εις αυτούς εκάστην ημέραν κάθε τι το οποίον θα ζητήσουν,
 
Β Εσδ. 6,10 ἵνα ὦσιν εὐωδίας προσφέροντες τῷ Θεῷ τοῦ οὐρανοῦ καὶ προσεύχωνται εἰς ζωὴν τοῦ βασιλέως καὶ υἱῶν αὐτοῦ.
Β Εσδ. 6,10 δια να προσφέρουν εκείνοι, ως ευώδεις αρεστάς θυσίας στον Θεόν του ουρανού και να προσεύχονται δια την ζωήν του βασιλέως και των υιών του.
 
Β Εσδ. 6,11 καὶ ἀπ᾿ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἄνθρωπος, ὃς ἀλλάξει τὸ ῥῆμα τοῦτο, καθαιρεθήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ καὶ ὠρθωμένος παγήσεται ἐπ᾿ αὐτοῦ, καὶ ὁ οἶκος αὐτοῦ τὸ κατ᾿ ἐμὲ ποιηθήσεται.
Β Εσδ. 6,11 Εγώ εξέδωσα επίσης την διαταγήν ότι κάθε άνθρωπος, ο οποίος θα καταπατήση, τους λόγους μου αυτούς, θα σταυρωθή όρθιος επάνω εις ξύλον, το οποίον θα ληφθή από την οικίαν του και θα δημευθή υπέρ εμού του βασιλέως ο οίκος του,
 
Β Εσδ. 6,12 καὶ ὁ Θεός, οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ, καταστρέψει πάντα βασιλέα καὶ λαόν, ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἢ ἀφανίσαι τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱερουσαλήμ. ἐγὼ Δαρεῖος ἔθηκα γνώμην· ἐπιμελῶς ἔσται».
Β Εσδ. 6,12 Και ο Θεός, του οποίου το Ονομα εκεί κατοικεί, θα καταστρέψη κάθε βασιλέα και λαόν, ο οποίος θα απλώση το χέρι του να αλλάξη απλώς η, πολύ περισσότερον, να καταστρέψη εντελώς τον ναόν του Θεού, τον εις την Ιερουσαλήμ. Εγώ ο Δαρείος εξέδωσα την απόφασιν και διαταγήν αυτήν και πρέπει να εφαρμοσθή με επιμέλειαν”.
 
Β Εσδ. 6,13 Τότε Θανθαναΐ ὁ ἔπαρχος πέραν τοῦ ποταμοῦ, Σαθαρβουζαναΐ καὶ οἱ σύνδουλοι αὐτοῦ, πρὸς ὃ ἀπέστειλε Δαρεῖος ὁ βασιλεύς, οὕτως ἐποίησαν ἐπιμελῶς.
Β Εσδ. 6,13 Τοτε ο Θανθαναί ο διοικητής των χωρών, που ευρίσκοντο πέραν του ποταμού Ευφράτου, ο Σαθαρβουζαναΐ και οι σύντροφοί των, έπραξαν με κάθε επιμέλειαν ο,τι περιελάμβανεν η διαταγή του βασιλέως, την οποίαν είχεν αποστείλει προς αυτούς ο βασιλεύς Δαρείος.
 
Β Εσδ. 6,14 καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων ᾠκοδομοῦσαν καὶ οἱ Λευῖται ἐν προφητείᾳ Ἀγγαίου τοῦ προφήτου καὶ Ζαχαρίου υἱοῦ Ἀδδὼ καὶ ἀνῳκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης Θεοῦ Ἰσραὴλ καὶ ἀπὸ γνώμης Κύρου καὶ Δαρείου καὶ Ἀρθασασθὰ βασιλέων Περσῶν.
Β Εσδ. 6,14 Τοτε οι πρεσβύτεροι των Ιουδαίων και οι Λευίται ανοικοδομούσαν τον ναόν, ενισχυόμενοι και ενθουσιαζόμενοι με τα κηρύγματα του προφήτου Αγγαίου και του προφήτου Ζαχαρίου, υιού του Αδδώ. Ανοικοδόμησαν, λοιπόν, και απεπεράτωσαν τον ναόν, σύμφωνα με την εντολήν του Θεού του Ισραήλ και κατόπιν διαταγής των βασιλέων των Περσών Κυρου και Δαρείου και Αρταξέρξου.
 
Β Εσδ. 6,15 καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Ἀδάρ, ὅ ἐστιν ἔτος ἕκτον τῆς βασιλείας Δαρείου τοῦ βασιλέως.
Β Εσδ. 6,15 Ετελείωσαν δε τον ναόν τούτον κατά την τρίτην ημέραν του μηνός Αδάρ, του έκτου έτους της βασιλείας του βασιλέως Δαρείου.
 
Β Εσδ. 6,16 καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας, ἐγκαίνια τοῦ οἴκου τοῦ Θεοῦ ἐν εὐφροσύνῃ.
Β Εσδ. 6,16 Ο Ισραηλιτικός λαός, οι ιερείς, οι Λευίται και όλοι οι Ιουδαίοι, όσοι είχαν επανέλθει από την αιχμαλωσίαν, έκαμαν το εγκαίνια του ναού του Θεού με μεγάλη χαράν και ευφροσύνην.
 
Β Εσδ. 6,17 καὶ προσήνεγκαν εἰς τὰ ἐγκαίνια τοῦ οἴκου τοῦ Θεοῦ μόσχους ἑκατόν, κριοὺς διακοσίους, ἀμνοὺς τετρακοσίους, χιμάρους αἰγῶν ὑπὲρ ἁμαρτίας ὑπὲρ παντὸς Ἰσραὴλ δώδεκα εἰς ἀριθμὸν φυλῶν Ἰσραήλ.
Β Εσδ. 6,17 Κατά τα εγκαίνια δε του ναού του Θεού προσέφεραν ως θυσίας εκατόν μόσχους, διακοσίους κριούς, τετρακοσίους αμνούς και δώδεκα τράγους, ανάλογα με τον αριθμόν των δώδεκα φυλών του Ισραήλ, προς θυσίαν δια την εξιλέωσιν των αμαρτιών όλων των Ισραηλιτών.
 
Β Εσδ. 6,18 καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσεσιν αὐτῶν καὶ τοὺς Λευίτας ἐν μερισμοῖς αὐτῶν ἐπὶ δουλείᾳ Θεοῦ τοῦ ἐν Ἱερουσαλὴμ κατὰ τὴν γραφὴν βίβλου Μωυσῆ.
Β Εσδ. 6,18 Ωρισαν δε τους ιερείς σύμφωνα με τας ιερατικάς των τάξεις, όπως επίσης και τους Λευίτας κατά τα χωριστά αυτών τμήματα, δια να προσφέρουν τας υπηρεσίας των στον Θεόν εκ Ιερουσαλήμ, σύμφωνα με τον γραπτόν νόμον του Μωϋσέως.
 
Β Εσδ. 6,19 Καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου.
Β Εσδ. 6,19 Οι Ιουδαίοι που είχαν επανέλθει από την αιχμαλωσίαν, εώρτασαν το Πασχα την δεκάτην τετάρτην ημέραν του πρώτου μηνός.
 
Β Εσδ. 6,20 ὅτι ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ Λευῖται, ἕως εἷς πάντες καθαροί, καὶ ἔσφαξαν τὸ πάσχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσι καὶ ἑαυτοῖς.
Β Εσδ. 6,20 Διότι οι ιερείς και οι Λευίται ήσαν καθαροί, είχαν αγνισθή μέχρι και του τελευταίου. Οι Λευίται εθυσίασαν τον πασχάλιον αμνόν δι' όλους τους Ιουδαίους, που είχαν επιστρέψει από την αιχμαλωσίαν, δια τους αδελφούς των τους ιερείς και δια τον εαυτόν των.
 
Β Εσδ. 6,21 καὶ ἔφαγον υἱοὶ Ἰσραὴλ τὸ πάσχα, οἱ ἀπὸ τῆς ἀποικεσίας καὶ πᾶς ὁ χωριζόμενος τῆς ἀκαθαρσίας ἐθνῶν τῆς γῆς πρὸς αὐτοὺς τοῦ ἐκζητῆσαι Κύριον Θεὸν Ἰσραήλ.
Β Εσδ. 6,21 Εφαγον τότε τον πασχαλινόν αμνόν όχι μόνον οι Ισραηλίται, που είχον επανέλθει από την αιχμαλωσίαν, αλλά και όλοι εκείνοι οι οποίοι εχωρίσθησαν από τους μολυσμούς των εθνικών λαών της χώρας αυτής και είχαν ενωθή με τους ισραηλίτας, δια να προσεύχωνται και λατρεύουν Κυριον τον Θεόν του Ισραήλ.
 
Β Εσδ. 6,22 καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ, ὅτι εὔφρανεν αὐτοὺς Κύριος καὶ ἐπέστρεψε καρδίαν βασιλέως Ἀσσοὺρ ἐπ᾿ αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου τοῦ Θεοῦ Ἰσραήλ.
Β Εσδ. 6,22 Εώρτασαν με πολλήν χαράν την εορτήν των αζύμων επί επτά ημέρας, διότι τους εύφρανεν ο Κυριος, ο οποίος μετέστρεψεν ευμενώς την καρδίαν του βασιλέως των Περσών υπέρ αυτών και ενίσχυσε τα χέρια των στο έργον της ανοικοδομήσεως του ναού, οίκου του Θεού του ισραηλιτικού λαού.
 
Β Εσδ. 7,1 Καὶ μετὰ τὰ ῥήματα ταῦτα ἐν βασιλείᾳ Ἀρθασασθὰ βασιλέως Περσῶν ἀνέβη Ἔσδρας υἱὸς Σαραίου, υἱοῦ Ἀζαρίου, υἱοῦ Χελκία,
Β Εσδ. 7,1 Επειτα από τα γεγονότα αυτά, επί της βασιλείας του Αρταξέρξου βασιλέως των Περσών ήλθεν εις την Ιερουσαλήμ ο Εσδρας, υιός του Αζαρία, υιού του Χελκία,
 
Β Εσδ. 7,2 υἱοῦ Σελούμ, υἱοῦ Σαδδούκ, υἱοῦ Ἀχιτώβ,
Β Εσδ. 7,2 υιού του Σελούμ, υιού του Σαδδούκ, υιού του Αχιτώβ,
 
Β Εσδ. 7,3 υἱοῦ Σαμαρία, υἱοῦ Ἐσριά, υἱοῦ Μαρεώθ,
Β Εσδ. 7,3 υιού του Σαμαρία, υιού του Εσριά, υιού του Μαρεώθ,
 
Β Εσδ. 7,4 υἱοῦ Ζαραΐα, υἱοῦ Ὀζίου, υἱοῦ Βοκκί,
Β Εσδ. 7,4 υιού του Ζαραΐα, υιού του Οζίου υιού του Βοκκί,
 
Β Εσδ. 7,5 υἱοῦ Ἀβισουέ, υἱοῦ Φινεές, υἱοῦ Ἐλεάζαρ, υἱοῦ Ἀαρὼν τοῦ ἱερέως τοῦ πρώτου·
Β Εσδ. 7,5 υιού του Αβισουέ, υιού του Φινεές, υιού του Ελεάζαρ, υιού του Ααρών του πρώτου αρχιερέως των Ισραηλιτών.
 
Β Εσδ. 7,6 αὐτὸς Ἔσδρας ἀνέβη ἐκ Βαβυλῶνος, καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῇ, ὃν ἔδωκε Κύριος ὁ Θεὸς Ἰσραήλ. καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς, ὅτι χεὶρ Κυρίου Θεοῦ αὐτοῦ ἐπ᾿ αὐτὸν ἐν πᾶσιν, οἷς ἐζήτει αὐτός.
Β Εσδ. 7,6 Αυτός λοιπόν ο Εσδρας, σοφός και ικανός γραμματεύς στον νόμον του Μωϋσέως, τον οποίον ο Θεός του Ισραήλ είχε δώσει, επανήλθεν από την Βαβυλώνα εις την Ιερουσαλήμ. Επειδή δε το προστατευτικόν χέρι Κυρίου του Θεού ήτο μαζή του, ο βασιλεύς έδωσεν εις αυτόν ο,τι αυτός του εζήτησε.
 
Β Εσδ. 7,7 καὶ ἀνέβησαν ἀπὸ τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἱερέων καὶ ἀπὸ τῶν Λευιτῶν καὶ οἱ ἄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Ναθινὶμ εἰς Ἱερουσαλὴμ ἐν ἔτει ἑβδόμῳ τῷ Ἀρθασασθὰ τῷ βασιλεῖ.
Β Εσδ. 7,7 Τοτε δε και πολλοί άλλοι από τους Ισραηλίτας, από τους ιερείς, από τους Λευίτας, από τους ψάλτας, από τους θυρωρούς, από τους νεωκόρους, επανήλθαν εις την Ιερουσαλήμ κατά το έβδομον έτος της βασιλείας του βασιλέως Αρταξέρξου.
 
Β Εσδ. 7,8 καὶ ἤλθοσαν εἰς Ἱερουσαλὴμ τῷ μηνὶ τῷ πέμπτῳ, τοῦτο τὸ ἔτος ἕβδομον τῷ βασιλεῖ·
Β Εσδ. 7,8 Εφθασαν δε αυτοί εις την Ιερουσαλήμ κατά τον πέμπτον μήνα του εβδόμου έτους της βασιλείας του Αρταξέρξου.
 
Β Εσδ. 7,9 ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου αὐτὸς ἐθεμελίωσε τὴν ἀνάβασιν τὴν ἀπὸ Βαβυλῶνος, ἐν δὲ τῇ πρώτῃ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς Ἱερουσαλήμ, ὅτι χεὶρ Θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπ᾿ αὐτόν.
Β Εσδ. 7,9 Ο Εσδρας και οι ακολουθούντες αυτόν κατά την πρώτην ημέραν του πρώτου μηνός εξεκίνησαν από την Βαβυλώνα και ήλθαν εις την Ιερουσαλήμ κατά την πρώτην ημέραν του πέμπτου μηνός ασφαλείς, διότι το προστατευτικόν χέρι του Θεού ήτο μαζή με τον Εσδραν.
 
Β Εσδ. 7,10 ὅτι Ἔσρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ἰσραὴλ προστάγματα καὶ κρίματα.
Β Εσδ. 7,10 Τούτο δέ, διότι ο Εσδρας είχεν αφοσιωθή με όλην του την καρδίαν εις την έρευναν και την μελέτην του Νομου, αφ' ενός μεν δια να τον εφαρμόζη αυτός, αφ' ετέρου δε δια να διδάσκη στον ισραηλιτικόν λαόν τας εντολάς και τας διαταγάς του Νομου αυτού.
 
Β Εσδ. 7,11 Καὶ αὕτη ἡ διασάφησις τοῦ διατάγματος, οὗ ἔδωκεν Ἀρθασασθὰ τῷ Ἔσδρᾳ τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν Κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ἰσραήλ·
Β Εσδ. 7,11 Αυτό δε είναι το περιεχόμενον της διαταγής, την οποίαν ο Αρταξέρξης έδωκεν στον Εσδραν, τον ιερέα και γραμματέα, τον βαθύν γνώστην του βιβλίου του Νομου, όπου περιέχονται οι λόγοι, αι εντολαί και τα προστάγματα του Κυρίου προς τον ισραηλιτικόν λαόν·
 
Β Εσδ. 7,12 «Ἀρθασασθὰ βασιλεὺς βασιλέων Ἔσδρᾳ γραμματεῖ νόμου Κυρίου τοῦ Θεοῦ τοῦ οὐρανοῦ· τετέλεσθαι λόγος καὶ ἡ ἀπόκρισις.
Β Εσδ. 7,12 “Εγώ ο Αρταξέρξης, ο βασιλεύς των βασιλέων, προς τον Εσδραν τον γραμματέα, τον βαθύν γνώστην του νόμου Κυρίου του Θεού του ουρανού. Θεωρείται τετελεσμένον πλέον γεγονός ο λόγος μου αυτός.
 
Β Εσδ. 7,13 ἀπ᾿ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ὁ ἑκουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ἰσραὴλ καὶ ἱερέων καὶ Λευιτῶν πορευθῆναι εἰς Ἱερουσαλήμ, μετὰ σοῦ πορευθῆναι.
Β Εσδ. 7,13 Εγώ έδωσα διαταγήν, ώστε καθένας από τον ισραηλιτικόν λαόν, είτε λαϊκός είτε ιερεύς η Λευίτης είναι, ο οποίος ευρίσκεται στο βασίλειόν μου και επιθυμεί να μεταβή εις την Ιερουσαλήμ, ας έλθη μαζή σου.
 
Β Εσδ. 7,14 ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ἰουδαίαν καὶ εἰς Ἱερουσαλὴμ νόμῳ Θεοῦ αὐτῶν τῷ ἐν χειρί σου
Β Εσδ. 7,14 Εκ μέρους του βασιλέως και των επτά συμβούλων του απεστάλη διαταγή, να εποπτεύσης εις την Ιουδαίαν και εις την Ιερουσαλήμ, σύμφωνα με του Θεού τον νόμον, ο οποίος ευρίσκεται εις τα χέρια σου,
 
Β Εσδ. 7,15 καὶ εἰς οἶκον Κυρίου ἀργύριον καὶ χρυσίον, ὃ ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι ἑκουσιάσθησαν τῷ Θεῷ τοῦ Ἰσραὴλ τῷ ἐν Ἱερουσαλὴμ κατασκηνοῦντι,
Β Εσδ. 7,15 να φέρετε στον ναόν αυτόν του Κυρίου άργυρον και χρυσόν, τον οποίον ο βασιλεύς και οι επτά σύμβουλοί του προθύμως και αυτοπροαιρέτως αφιέρωσαν στον Θεόν του ισραηλιτικού λαού, του κατοικούντος εις την Ιερουσαλήμ.
 
Β Εσδ. 7,16 καὶ πᾶν ἀργύριον καὶ χρυσίον, ὅ,τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ Βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ καὶ ἱερέων τῶν ἑκουσιαζομένων εἰς οἶκον Θεοῦ τὸν ἐν Ἱερουσαλήμ,
Β Εσδ. 7,16 Επίσης να δεχθής και κάθε άργυρον και χρυσόν, τον οποίον θα εύρης εις όλην την επαρχίαν της Βαβυλώνος από τας αυτοπροαιρέτους προσφοράς του λαού σου και των ιερέων, οι οποίοι θεληματικώς και προθύμως θα προσφέρουν αυτά στον ναόν του Κυρίου, εις την Ιερουσαλήμ.
 
Β Εσδ. 7,17 καὶ πάντα προσπορευόμενον τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ, μόσχους, κριούς, ἀμνοὺς καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν, καὶ προσοίσεις αὐτὰ ἐπὶ τοῦ θυσιαστηρίου τοῦ οἴκου τοῦ Θεοῦ ὑμῶν τοῦ ἐν Ἱερουσαλήμ.
Β Εσδ. 7,17 Καθε τέτοιαν εισφοράν αμέσως θα την καταγράψης στο καθωρισμένον βιβλίον και να αγοράσης μόσχους, κριούς, αμνούς και ο,τι άλλο χρειάζεται δια τας αναιμάκτους θυσίας και σπονδάς και να προσφέρης αυτά στο θυσιαστήριον των ολοκαυτωμάτων του ναού του Θεού, του κατοικούντος εις την Ιερουσαλήμ.
 
Β Εσδ. 7,18 καὶ εἴ τι ἐπὶ σὲ καὶ τοὺς ἀδελφούς σου ἀγαθυνθῇ ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι, ὡς ἀρεστὸν τῷ Θεῷ ὑμῶν ποιήσατε.
Β Εσδ. 7,18 Με το υπόλοιπον δε αργύριον και χρυσίον κάμετε ο,τι συ και οι αδελφοί σου νομίζετε καλόν και όπως είναι αρεστόν στον Θεόν σας.
 
Β Εσδ. 7,19 καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου Θεοῦ παράδος ἐνώπιον τοῦ Θεοῦ ἐν Ἱερουσαλήμ.
Β Εσδ. 7,19 Και τα ιερά σκεύη, τα οποία παρεδόθησαν εις σέ, δια να χρησιμοποιηθούν στον ναόν του Θεού, παράδωσέ τα στον ναόν του Θεού, ενώπιον του Θεού, του εις την Ιερουσαλήμ.
 
Β Εσδ. 7,20 καὶ κατάλοιπον χρείας οἴκου Θεοῦ σου, ὃ ἂν φανῇ σοι δοῦναι, δώσεις ἀπὸ οἴκων γάζης βασιλέως
Β Εσδ. 7,20 Και ο,τι άλλο νομίζεις συ ότι θα χρειασθή, να δοθή στον ναόν του Θεού σου, θα το δώσης, αφού το πάρης από το θησαυροφυλάκιον του βασιλέως
 
Β Εσδ. 7,21 καὶ ἀπ᾿ ἐμοῦ. ἐγὼ Ἀρθασασθὰ βασιλεὺς ἔθηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρᾳ τοῦ ποταμοῦ, ὅτι πᾶν, ὃ ἄν αἰτήσῃ ὑμᾶς Ἔδρας ὁ ἱερεὺς καὶ γραμματεὺς τοῦ Θεοῦ τοῦ οὐρανοῦ, ἑτοίμως γινέσθω,
Β Εσδ. 7,21 και από εμέ προσωπικώς. Εγώ, ο βασιλεύς Αρταξέρξης, εξέδωσα αυτήν την διαταγήν προς όλους τους θησαυροφύλακάς μου, οι οποίοι ευρίσκονται εις τας πέραν του ποταμού Ευφράτου χώρας. Καθε τι, που θα ζητήση από σας ο ιερεύς Εσδρας, ο γραμματεύς αυτός και βαθύς γνώστης του νόμου του Θεού του ουρανού, να γίνη με ακρίβειαν.
 
Β Εσδ. 7,22 ἕως ἀργυρίου ταλάντων ἑκατὸν καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ ἕως οἴνου βατῶν ἑκατὸν καὶ ἕως ἐλαίου βατῶν ἑκατὸν καὶ ἅλας οὗ οὐκ ἔστι γραφή.
Β Εσδ. 7,22 Να του δοθούν μέχρις εκατόν αργυρά τάλαντα, εκατόν κόροι σίτου, εκατόν βάτοι οίνου, εκατόν βάτοι ελαίου και αλάτι, όσον αυτός θα θελήση.
 
Β Εσδ. 7,23 πᾶν ὅ ἐστιν ἐν γνώμῃ Θεοῦ τοῦ οὐρανοῦ, γινέσθω. προσέχετε μή τις ἐπιχειρήσῃ εἰς τὸν οἶκον Θεοῦ τοῦ οὐρανοῦ, μή ποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ.
Β Εσδ. 7,23 Καθε τι, το οποίον ήθελε διαταχθή από τον Θεόν του ουρανού, πρέπει να γίνη. Προσέχετε, μήπως κανένας από σας επιχειρήση να κάμη κάτι κακόν εναντίον του ναού του Θεού του ουρανού, δια να μη εκσπάση η οργή του Θεού εναντίον της βασιλείας, εμού του βασιλέως και των τέκνων μου.
 
Β Εσδ. 7,24 καὶ ὑμῖν ἐγνώρισται ἐν πᾶσι τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ᾄδουσι, πυλωροῖς, Ναθινὶμ καὶ λειτουργοῖς οἴκου Θεοῦ τοῦτο, φόρος μὴ ἔστω σοι, οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς.
Β Εσδ. 7,24 Επί πλέον σας καθιστώ γνωστόν και τούτο, ότι όλοι οι ιερείς και οι Λευίται και οι ψάλται και οι θυρωροί και οι νεωκόροι και οι άλλοι υπηρέται του ναού είναι απηλλαγμένοι από κάθε φορολογίαν. Ούτε με κανένα άλλον τρόπον θα επιβαρύνετε και θα καταδουλώνετε αυτούς.
 
Β Εσδ. 7,25 καὶ σύ, Ἔσδρα, ὡς ἡ σοφία τοῦ Θεοῦ ἐν χειρί σου, κατάστησον γραμματεῖς καὶ κριτάς, ἵνα ὦσι κρίνοντες παντὶ τῷ λαῷ ἐν πέρᾳ τοῦ ποταμοῦ πᾶσι τοῖς εἰδόσι νόμον τοῦ Θεοῦ σου, καὶ τῷ μὴ εἰδότι γνωριεῖτε.
Β Εσδ. 7,25 Και συ, Εσδρα, όπως θα σε φωτίζη η πλούσια σοφία του Θεού, με την οποίαν είσαι προικισμένος, να διορίσης γραμματείς και δικαστάς, δια να δικάζουν όλον τον ισραηλιτικόν λαόν, ο οποίος ευρίσκεται πέραν από τον Ευφράτην ποταμόν και γνωρίζει τον νόμον του Θεού σου. Επί πλέον δε να φροντίσης, ώστε και εκείνοι που δεν γνωρίζουν τον νόμον του Θεού να τον μάθουν.
 
Β Εσδ. 7,26 καὶ πᾶς, ὃς ἂν μὴ ᾖ ποιῶν νόμον τοῦ Θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως, τὸ κρίμα ἔσται γινόμενον ἐξ αὐτοῦ, ἐάν τε εἰς θάνατον ἐάν τε εἰς παιδείαν ἐάν τε εἰς ζημίαν τοῦ βίου ἐάν τε εἰς παράδοσιν».
Β Εσδ. 7,26 Καθένας δέ, που δεν θα εκτέλεση τον νόμον του Θεού και τον νόμον του βασιλέως προθύμως, θα ανακριθή και θα καταδικασθή αμέσως η εις θάνατον η εις άλλην τιμωρίαν η εις χρηματικόν πρόστιμον, η εις φυλάκισιν”.
 
Β Εσδ. 7,27 Εὐλογητὸς Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὃς ἔδωκεν ἐν καρδίᾳ τοῦ βασιλέως οὕτως, τοῦ δοξάσαι τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλήμ.
Β Εσδ. 7,27 Ευλογημένος ας είναι Κυριος ο Θεός των πατέρων μας, ο οποίος ενέβαλεν εις την καρδίαν του βασιλέως τέτοια αισθήματα και τέτοιες ευμενείς διαθέσεις, δια να δοξασθή ο ναός του Κυρίου, ο εις την Ιερουσαλήμ.
 
Β Εσδ. 7,28 καὶ ἐπ᾿ ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοῖς τοῦ βασιλέως καὶ τῶν συμβούλων αὐτοῦ καὶ πάντων τῶν ἀρχόντων τοῦ βασιλέως τῶν ἐπῃρμένων. καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ Θεοῦ ἡ ἀγαθὴ ἐπ᾿ ἐμέ, καὶ συνῆξα ἀπὸ Ἰσραὴλ ἄρχοντας ἀναβῆναι μετ᾿ ἐμοῦ.
Β Εσδ. 7,28 Δοξασμένος ας είναι ο Θεός, ο οποίος κατηύθυνε ευμενείς προς εμέ τους οφθαλμούς του βασιλέως και των συμβούλων του και όλων των αρχόντων του βασιλέως, που κατέχουν μεγάλα αξιώματα. Ετσι δε και εγώ ενισχύθην, διότι το αγαθόν και προστατευτικόν χέρι του Θεού ήτο επάνω μου. Συνεκέντρωσα, λοιπόν τότε τους αρχηγούς του ισραηλιτικού λαού, δια να επανέλθουν και αυτοί μαζή με εμέ εις την Ιερουσαλήμ.
 
Β Εσδ. 8,1 Καὶ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν, οἱ ὁδηγοὶ ἀναβαίνοντες μετ᾿ ἐμοῦ ἐν βασιλείᾳ Ἀρθασασθὰ τοῦ βασιλέως Βαβυλῶνος·
Β Εσδ. 8,1 Αυτοί δε είναι οι άρχοντες των οικογενειών, οι οδηγοί, οι οποίοι μαζή με εμέ επανήλθαν εις την Ιερουσαλήμ επί της βασιλείας του Αρταξέρξου βασιλέως της Βαβυλώνος.
 
Β Εσδ. 8,2 ἀπὸ υἱῶν Φινεές, Γηρσών· ἀπὸ υἱῶν Ἰθάμαρ, Δανιήλ· ἀπὸ υἱῶν Δαυίδ, Ἀττούς·
Β Εσδ. 8,2 Από τους απογόνους του Φινεές, ο Γηρσών· από του απογόνους του Ιθάμαρ ο Δανιήλ· από τους απογόνους του Δαυίδ ο Αττούς,
 
Β Εσδ. 8,3 ἀπὸ υἱῶν Σαχανία καὶ ἀπὸ υἱῶν Φόρος, Ζαχαρίας καὶ μετ᾿ αὐτοῦ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα·
Β Εσδ. 8,3 από την γενεάν του Σαχανία και από του απογόνους του Φορος, ήσαν ο Ζαχαρίας και οι μαζή με αυτόν, εν συνόλω εκατόν πεντήκοντα.
 
Β Εσδ. 8,4 ἀπὸ υἱῶν Φαὰθ Μωάβ, Ἐλιανὰ υἱὸς Σαραΐα καὶ μετ᾿ αὐτοῦ διακόσιοι τὰ ἀρσενικά·
Β Εσδ. 8,4 Από τους υιούς Φαάδ Μωάβ, ο Ελιανά υιός του Σαραΐα, και μαζή με αυτόν διακόσιοι άρρενες.
 
Β Εσδ. 8,5 καὶ ἀπὸ υἱῶν Ζαθόης, Σεχενίας υἱὸς Ἀζιὴλ καὶ μετ᾿ αὐτοῦ τριακόσια τὰ ἀρσενικά·
Β Εσδ. 8,5 Από τους απογόνους του Ζαθόης ήσαν Σεχενίας υιός του Αζιήλ και μαζή με αυτόν τριακόσιοι άρρενες.
 
Β Εσδ. 8,6 καὶ ἀπὸ τῶν υἱῶν Ἀδίν, Ὠβὴθ υἱὸς Ἰωνάθαν καὶ μετ᾿ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά·
Β Εσδ. 8,6 Από του απογόνους του Αδίν ήταν ο Ωβήθ ο υιός του Ιωνάθαν, και μαζή με αυτόν πεντήκοντά άρρενες.
 
Β Εσδ. 8,7 καὶ ἀπὸ υἱῶν Ἠλάμ, Ἰεσία υἱὸς Ἀθελία καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά·
Β Εσδ. 8,7 Από τους απογόνους του Ηλάμ ήσαν ο Ιεσία υιός του Αθελία και ακόλουθοί του άρρενες εδδομήκοντα.
 
Β Εσδ. 8,8 καὶ ἀπὸ υἱῶν Σαφατία, Ζαβαδίας υἱὸς Μιχαὴλ καὶ μετ᾿ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά·
Β Εσδ. 8,8 Από τους απογόνους του Σοφατία ήσαν ο Ζαδαδίας, υιός του Μιχαήλ και μαζή με αυτόν άρρενες ογδοήκοντα.
 
Β Εσδ. 8,9 καὶ ἀπὸ υἱῶν Ἰωάβ, Ἀβαδία υἱὸς Ἰεϊὴλ καὶ μετ᾿ αὐτοῦ διακόσιοι δεκαοκτὼ τὰ ἀρσενικά·
Β Εσδ. 8,9 Από τους απογόνους του Ιὠαβ ήσαν ο Αβαδια υιός του Ιεϊήλ και μαζή με αυτόν διακόσιοι δέκα οκτώ άρενες.
 
Β Εσδ. 8,10 καὶ ἀπὸ τῶν υἱῶν Βαανί, Σελιμοὺθ υἱὸς Ἰωσεφία καὶ μετ᾿ αὐτοῦ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά·
Β Εσδ. 8,10 Από τους απογόνους του Βανί ήσαν ο Σελιμούθ υιός του Ιωσεφία και μαζή με αυτόν άρρενες εκατόν εξήκοντα.
 
Β Εσδ. 8,11 καὶ ἀπὸ υἱῶν Βαβί, Ζαχαρίας υἱὸς Βαβὶ καὶ μετ᾿ αὐτοῦ εἰκοσιοκτὼ τὰ ἀρσενικά·
Β Εσδ. 8,11 Από τους απογόνους του Βαβί ήσαν ο Ζαχαρίας υιός του Βαωί και μαζή με αυτόν άρρενες είκοσι οκτώ.
 
Β Εσδ. 8,12 καὶ ἀπὸ υἱῶν Ἀσγάδ, Ἰωανὰν υἱὸς Ἀκκατὰν καὶ μετ᾿ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά·
Β Εσδ. 8,12 Από τους απογόνους του Ασγάδ ήσαν ο Ιωανάν υιός του Ακκατάν και μαζή με αυτόν άρρενες εκατόν δέκα.
 
Β Εσδ. 8,13 καὶ ἀπὸ υἱῶν Ἀδωνικὰμ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐλιφαλάτ, Ἰεὴλ καὶ Σαμαΐα καὶ μετ᾿ αὐτῶν ἑξήκοντα τὰ ἀρσενικά·
Β Εσδ. 8,13 Από τους απογόνους του Αδωνικάμ ήσαν οι τελευταίοι και έφεραν τα ονόματα Ελιφαλάτ, Ιεήλ, Σαμαΐας και μαζή με αυτούς ήσαν εξήκοντα άρρενες.
 
Β Εσδ. 8,14 καὶ ἀπὸ υἱῶν Βαγουαΐ, Οὐθαΐ καὶ Ζαβοὺδ καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά.
Β Εσδ. 8,14 Από τους απογόνους του Βαγουαΐ, ο Ουθαΐ, ο Ζαβούδ και μαζή με αυτούς εβδομήκοντα άρρενες.
 
Β Εσδ. 8,15 Καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Εὐί, καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς. καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσι, καὶ ἀπὸ υἱῶν Λευὶ οὐχ εὗρον ἐκεῖ.
Β Εσδ. 8,15 Συνεκέντρωσα αυτούς πλησίον του ποταμού, ο οποίος χύνεται στον Ευι. Εκεί κατεσκηνώσαμεν επί τρεις ημέρας. Παρετήρησα όμως και αντελήφθην, ότι μεταξύ του λαού δεν ευρήκα εκεί αρκετούς από τους ιερείς και τους Λευίτας.
 
Β Εσδ. 8,16 καὶ ἀπέστειλα τῷ Ἐλεάζαρ, τῷ Ἀριήλ, τῷ Σεμεΐᾳ καὶ τῷ Ἀλωνὰμ καὶ τῷ Ἰαρὶβ καὶ τῷ Ἐλνάθαμ καὶ τῷ Νάθαν καὶ τῷ Ζαχαρίᾳ καὶ τῷ Μεσολλὰμ καὶ τῷ Ἰωαρὶμ καὶ τῷ Ἐλνάθαν συνίοντας.
Β Εσδ. 8,16 Τοτε έστειλα και προσεκάλεσα συνετούς ανθρώπους, τον Ελεάζαρ, τον Αριήλ, τον Σεμεΐαν, τον Αλωνάμ, τον Ιαρίβ, τον Ελνάθαμ, τον Ναθαν, τον Ζαχαρίαν, τον Μεσολλάμ, τον Ιωαρίμ και τον Ελνάθαν.
 
Β Εσδ. 8,17 καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντας ἐν ἀργυρίῳ τοῦ τόπου καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ναθινὶμ ἐν ἀργυρίῳ τοῦ τόπου τοῦ ἐνέγκαι ὑμῖν ᾄδοντας εἰς οἶκον Θεοῦ ἡμῶν.
Β Εσδ. 8,17 Εφερα αυτούς και τους παρουσίασα στους άρχοντας, οι οποίοι ευρίσκοντο εις ένα τόπον που λέγεται “Αργύριον”, και τους ωδήγησα τι να είπουν προς τους αδελφούς των, τους υπηρέτας του ναού, οι οποίοι επίσης ευρίσκοντο στον ίδιον τόπον, που λέγεται “Αργύριον”, ώστε να φέρουν προς ημάς ψάλτας δια τον ναόν μας.
 
Β Εσδ. 8,18 καὶ ἤλθοσαν ἡμῖν, ὡς χεὶρ Θεοῦ ἡμῶν ἀγαθὴ ἐφ᾿ ἡμᾶς, ἀνὴρ Σαχὼν ἀπὸ υἱῶν Μοολί, υἱοῦ Λευί, υἱοῦ Ἰσραήλ· καὶ ἀρχὴν ἦλθον οἱ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαοκτώ·
Β Εσδ. 8,18 Και, καθώς το προστατευτικόν αγαθοποιόν χέρι του Θεού ήτο μαζή μας, ήλθεν ανήρ ονόματι Σαχών, από τους απογόνους Μαολί, απογόνους του Λευι, υιού του Ιακώβ. Ο Σαχών ήλθεν επί κεφαλής των δέκα οκτώ υιών και αδελφών του.
 
Β Εσδ. 8,19 καὶ τὸν Ἀσεβία καὶ τὸν Ἰσαΐα ἀπὸ τῶν υἱῶν Μεραρί, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ εἴκοσι·
Β Εσδ. 8,19 Ηλθεν επίσης και ο Ασεβία και μαζή με αυτόν ο Ισαΐα, από τους απογόνους του Μεραρί, οι αδελφοί του και οι υιοί του, είκοσι εν όλω.
 
Β Εσδ. 8,20 καὶ ἀπὸ τῶν ναθινίμ, ὧν ἔδωκε Δαυὶδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευιτῶν, ναθινὶμ διακόσιοι εἴκοσι· πάντες συνήχθησαν ἐν ὀνόμασι.
Β Εσδ. 8,20 Από τους υπηρέτας του ναού, τους οποίους κατ' αρχήν είχε δώσει ο Δαυίδ και οι αρχηγοί εις εξυπηρέτησα των Λευιτών δια τα έργα του ναού, διακόσιοι είκοσι υπηρέται. Ολοι αυτοί συνεκεντρώθησαν ονομαστικώς.
 
Β Εσδ. 8,21 καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν Ἀουὲ τοῦ ταπεινωθῆναι ἐνώπιον τοῦ Θεοῦ ἡμῶν, ζητῆσαι παρ᾿ αὐτοῦ ὁδὸν εὐθεῖαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτίσει ἡμῶν.
Β Εσδ. 8,21 Εκεί, πλησίον του ποταμού Αουέ, ώρισα νηστείαν, δια να ταπεινωθώμεν ενώπιον του Θεού μας και να παρακαλέσωμεν αυτόν να μας οδηγήση ασφαλείς στον δρόμον μας, ημάς, τα παιδιά μας και κάθε τι που ευρίσκετο υπό την κατοχήν μας.
 
Β Εσδ. 8,22 ὅτι ᾔσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ, ὅτι εἴπαμεν τῷ βασιλεῖ λέγοντες· χεὶρ τοῦ Θεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν, καὶ κράτος αὐτοῦ καὶ θυμὸς αὐτοῦ ἐπὶ πάντας τοὺς ἐγκαταλείποντας αὐτόν.
Β Εσδ. 8,22 Ησθάνθην δε εντροπήν να ζητήσω από τον βασιλέα στρατιωτικήν δύναμιν και ιππείς, δια να μας περιφρουρήσουν από ενδεχομένους εχθρούς στον δρόμον· τούτο δέ, επειδή είπαμεν και ετονίσαμεν στον βασιλέα, ότι το χέρι του Θεού μας προστατεύει προς το αγαθόν όλους εκείνους, οι οποίοι τον λατρεύουν, ενώ η δύναμίς του και η οργή του στρέφεται εναντίον όλων εκείνων, που τον εγκαταλείπουν και τον περιφρονούν.
 
Β Εσδ. 8,23 καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ Θεοῦ ἡμῶν περὶ τούτου, καὶ ἐπήκουσεν ἡμῖν.
Β Εσδ. 8,23 Δια τούτο ενηστεύσαμεν και εζητήσαμεν από τον Θεόν μας την προστασίαν του. Αυτός δε ήκουσε την δέησίν μας.
 
Β Εσδ. 8,24 καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα, τῷ Σαραΐα, τῷ Ἀσαβίᾳ καὶ μετ᾿ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δέκα.
Β Εσδ. 8,24 Από τους αρχηγούς των ιερέων, εδιάλεξα δώδεκα, δηλαδή τον Σαραΐαν, τον Ασαβίαν, και τους δέκα αδελφούς του, που ήσαν μαζή του.
 
Β Εσδ. 8,25 καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου Θεοῦ ἡμῶν, ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς Ἰσραὴλ οἱ εὑρισκόμενοι.
Β Εσδ. 8,25 Ενώπιόν των εζύγισα το αργύριον και το χρυσίον και παρέδωκα εις αυτούς τα ιερά σκεύη, ως απαρχήν προσφοράς προς τον ναόν του Θεού μας, τα οποία προσέφερεν ο βασιλεύς και οι σύμβουλοί του και άλλοι αξιωματικοί του, όπως επίσης και οι Ισραηλίται, οι οποίοι ευρίσκοντο εκεί.
 
Β Εσδ. 8,26 καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ἑκατὸν καὶ τάλαντα χρυσίου ἑκατὸν
Β Εσδ. 8,26 Εζύγισα και παρέδωκα εις τα χέρια τους, εκτός αυτών, και εξακόσια πεντήκοντα τάλαντα αργυρίου, εκατόν αργυρά ιερά σκεύη, εκατόν τάλαντα χρυσού,
 
Β Εσδ. 8,27 καὶ καφουρῆ χρυσοῖ εἴκοσι εἰς τὴν ὁδὸν χαμινὶμ χίλιοι καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα ἐπιθυμητὰ ἐν χρυσίῳ.
Β Εσδ. 8,27 είκοσι ποτήρια χρυσά, αξίας χιλίων περίπου δραχμών, και διάφορα σκεύη από λαμποκοπούντα χαλκόν, πολύτιμα σχεδόν όπως και ο χρυσός.
 
Β Εσδ. 8,28 καὶ εἶπα πρὸς αὐτούς· ὑμεῖς ἅγιοι τῷ Κυρίῳ, καὶ τὰ σκεύη ἅγια, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ Κυρίῳ Θεῷ πατέρων ἡμῶν·
Β Εσδ. 8,28 Και είπα προς αυτούς· “σεις είσθε αφιερωμένοι στον Κυριον και τα ιερά επίσης σκεύη είναι αφιερωμένα προς τον Κυριον, όπως και ο χρυσός και ο άργυρος είναι αυτοπροαίρετοι προσφοραί προς τον Κυριον τον Θεόν των πατέρων μας.
 
Β Εσδ. 8,29 ἀγρυπνεῖτε καὶ τηρεῖτε ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ἱερουσαλὴμ εἰς σκηνὰς οἴκου Κυρίου.
Β Εσδ. 8,29 Να είσθε λοιπόν άγρυπνοι και να τα προφυλάξετε, μέχρις ότου παρουσιασθήτε και τα παραδώσετε ενώπιον των αρχόντων του ναού των ιερέων και των Λευιτών και των αρχόντων, που υπάρχουν εις την Ιερουσαλήμ, και τοποθετηθούν εις τα κατάλληλα μέρη του ναού του Κυρίου”.
 
Β Εσδ. 8,30 καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν ἐνεγκεῖν εἰς Ἱερουσαλὴμ εἰς οἶκον Θεοῦ ἡμῶν.
Β Εσδ. 8,30 Οι ιερεί και οι Λευίται εζύγισαν και παρέλαβον τον χρυσόν και τον άργυρον, καθώς και τα ιερά σκεύη, δια να τα μεταφέρουν τον ναόν του Θεού μας, εις την Ιερουσαλήμ.
 
Β Εσδ. 8,31 Καὶ ἐξῄραμεν ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἀουὲ ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς Ἱερουσαλήμ· καὶ χεὶρ Θεοῦ ἡμῶν ἦν ἐφ᾿ ἡμῖν, καὶ ἐῤῥύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ.
Β Εσδ. 8,31 Εξεκινήσαμεν από τον ποταμόν Αουέ την δωδεκάτην ημέραν του πρώτο μηνός, δια να έλθωμεν εις τα Ιεροσόλυμα. Το προστατευτικό δε χέρι του Θεού ήτο επάνω μας και μας περιεφρούρησεν από τα χέρια των εχθρών και των πολεμίων καθ' όλην την διάρκειαν της πορείας μας.
 
Β Εσδ. 8,32 καὶ ἤλθομεν εἰς Ἱερουσαλὴμ καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς.
Β Εσδ. 8,32 Ετσι δε ήλθομεν εις την Ιερουσαλήμ και ανεπαύθημεν εκεί επί τρεις ημέρας.
 
Β Εσδ. 8,33 καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ Θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μεριμὼθ υἱοῦ Οὐρία τοῦ ἱερέως -καὶ μετ᾿ αὐτοῦ Ἐλεάζαρ υἱὸς Φινεὲς καὶ μετ᾿ αὐτῶν Ἰωζαβὰδ υἱὸς Ἰησοῦ καὶ Νωαδία υἱὸς Βαναΐα, οἱ Λευῖται-
Β Εσδ. 8,33 Κατά την τετάρτην ημέρα εζυγίσαμεν και παρεδώσαμεν το αργύριο και το χρυσίον, όπως επίσης και τα ιερά σκεύη που προωρίζοντο δια τον ναόν το Θεού μας, εις τα χέρια του Μεριμώθ, υιού του Ουρία του ιερέως- μαζή με αυτόν ήτο και ο Ελεάζαρ υιός του Φινεές, και μαζή με αυτούς ήσαν ο Ιωζαβάδ υιό του Ιησού, και ο Νωαδία υιός του Βαναΐ οι Λευίται
 
Β Εσδ. 8,34 ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα, καὶ ἐγράφη πᾶς ὁ σταθμός. ἐν τῷ καιρῷ ἐκείνῳ
Β Εσδ. 8,34 Ολα δε αυτά εζυγίσθησαν και παρεδόθησαν και ηριθμήθησαν και κατεγράφη το βάρος των εις ειδικόν βιβλίον. Κατά τον καιρόν δε εκείνον
 
Β Εσδ. 8,35 οἱ ἐλθόντες ἐκ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ Θεῷ Ἰσραὴλ μόσχους δώδεκα περὶ παντὸς Ἰσραήλ, κριοὺς ἐνενηκονταέξ, ἀμνοὺς ἑβδομηκονταεπτά, χιμάρους περὶ ἁμαρτίας δώδεκα, τὰ πάντα ὁλοκαυτώματα τῷ Κυρίῳ.
Β Εσδ. 8,35 οι Ισραηλίται, που είχαν επανέλθει από την αιχμαλωσίαν, προσέφεραν ολοκαυτώματα προς τον Θεόν του Ιασραήλ δώδεκα μόσχους δια τας αμαρτίας όλων των Ισραηλιτών, ενενήκοντα εξ κριούς, εβδομήκοντα επτά αρνία, δώδεκα τράγους, θυσίαν δια τας αμαρτίας των. Ολα αυτά ήσαν θυσίαι ολοκαυτωμάτων προς τον Κυριον.
 
Β Εσδ. 8,36 καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ τοῖς ἐπάρχοις πέραν τοῦ ποταμοῦ, καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ Θεοῦ.
Β Εσδ. 8,36 Αυτοί παρέδωσαν επίσης το διάταγμα του βασιλέως στους διοικητάς και σατράπας του βασιλέως, οι οποίοι ευρίσκοντο πέραν από τον ποταμόν Ευφράπην. Αυτοί δε ετίμησαν και εξύψωσαν τον λαόν του Ισραήλ και τον ναόν του Θεού.
 
Β Εσδ. 9,1 Καὶ ὡς ἐτελέσθη ταῦτα, ἤγγισαν πρός με οἱ ἄρχοντες λέγοντες· οὐκ ἐχωρίσθη ὁ λαὸς Ἰσραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἀπὸ λαῶν τῶν γαιῶν ἐν μακρύμμασιν αὐτῶν, τῷ Χανανί, ὁ Ἐθί, ὁ Φερεζί, ὁ Ἰεβουσί, ὁ Ἀμμωνί, ὁ Μωαβὶ καὶ ὁ Μοσερὶ καὶ ὁ Ἀμορί,
Β Εσδ. 9,1 Αφού ετελείωσαν όλα αυτά, με επλησίασαν οι άρχοντες και μου είπαν· “ο ισραηλιτικός λαός, όπως επίσης και οι ιερείς και οι Λευίται, δεν εχωρίσθησαν από τους λαούς των χωρών αυτών και ακολουθούν τα βδελυρά ειδωλολατρικά έθιμα των Χαναναίων, των Εθαίων, των Φερεζαίων, των Ιεβουσαίων, των Αμμωνιτών, των Μωαβιτών, των Μοσεραίων και των Αμορραίων, που απομακρύνουν από τον Θεόν.
 
Β Εσδ. 9,2 ὅτι ἐλάβοσαν ἀπὸ θυγατέρων αὐτῶν ἑαυτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν, καὶ παρήχθη σπέρμα τὸ ἅγιον ἐν λαοῖς τῶν γαιῶν, καὶ χεὶρ τῶν ἀρχόντων ἐν τῇ ἀσυνθεσίᾳ ταύτῃ ἐν ἀρχῇ
Β Εσδ. 9,2 Διότι, έλαβον ως συζύγους, δια τον εαυτόν των και δια τα παιδιά των, από τας θυγατέρας των ειδωλολατρικών λαών. Και έτσι ανεμίχθη το άγιον σπέρμα των Ιουδαίων με τους λαούς των χωρών αυτών. Πρώτοι δε έκαμαν αρχήν εις την ασύνετον αυτήν πράξιν οι άρχοντές μας”.
 
Β Εσδ. 9,3 καὶ ὡς ἤκουσα τὸν λόγον τοῦτον, διέῤῥηξα τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην καὶ ἔτιλλον ἀπὸ τῶν τριχῶν τῆς κεφαλῆς μου καὶ ἀπὸ τοῦ πώγωνός μου καὶ ἐκαθήμην ἠρεμάζων.
Β Εσδ. 9,3 Οταν ήκουσα τον λόγον αυτόν, έσχισα τα ενδύματά μου, έτρεμα ολόκληρος και αποσπούσα τρίχας από την κεφαλήν και τον πώγωνά μου και εκάθισα βαθύτατα λυπημένος και αμίλητος.
 
Β Εσδ. 9,4 καὶ συνήχθησαν πρός με πᾶς ὁ διώκων λόγον Θεοῦ Ἰσραὴλ ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας, κἀγὼ καθήμενος ἠρεμάζων ἕως τῆς θυσίας τῆς ἑσπερινῆς.
Β Εσδ. 9,4 Κοντά μου δε συνεκεντρώθησαν και εκείνοι, οι οποίοι φροντίζουν δια την γνώσιν και την τήρησιν των εντολών του Κυρίου του Θεού του Ισραήλ, περίλυποι και αυτοί δια την παράβασιν αυτήν των Ιουδαίων, που είχαν επανέλθει από την αιχμαλωσίαν. Εγώ δε εξακολουθούσα να κάθωμαι αφίλητος και κατάπληκτος από την λύπην έως την εσπερινήν θυσίαν.
 
Β Εσδ. 9,5 καὶ ἐν θυσίᾳ τῇ ἑσπερινῇ ἀνέστην ἀπὸ ταπεινώσεώς μου· καὶ ἐν τῷ διαῤῥῆξαί με τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην καὶ κλίνω ἐπὶ τὰ γόνατά μου καὶ ἐκπετάζω τὰς χεῖράς μου πρὸς Κύριον τὸν Θεὸν
Β Εσδ. 9,5 Κατά την εσπερινήν θυσίαν εσηκώθηκα από την κατάστασιν αυτήν της εντροπής και της οδύνης με σχισμένα τα ιμάτιά μου, έτρεμα ολόκληρος, έκλινα τα γόνατά μου και ύψωσα τα χέρια μου προς Κυριον τον Θεόν.
 
Β Εσδ. 9,6 καὶ εἶπα· Κύριε, ᾐσχύνθην καὶ ἐνετράπην τοῦ ὑψῶσαι, Θεέ μου, τὸ πρόσωπόν μου πρός σε, ὅτι αἱ ἀνομίαι ἡμῶν ἐπληθύνθησαν ὑπὲρ κεφαλῆς ἡμῶν καὶ αἱ πλημμέλειαι ἡμῶν ἐμεγαλύνθησαν ἕως εἰς τὸν οὐρανόν.
Β Εσδ. 9,6 Και είπα· “Κυριε, αισχύνην και εντροπήν ησθάνθην να υψώσω το πρόσωπόν μου προς σέ, ω Θεέ μου, διότι αι ανομίαι μας επληθύνθησαν τόσον πολύ, ώστε σαν θάλασσα μας επλημμύρισαν επάνω από τα κεφάλια μας, τα δε σφάλματά μας είναι τόσον μεγάλα, ώστε έφθασαν έως στον ουρανόν.
 
Β Εσδ. 9,7 ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμεν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν ἐν ῥομφαίᾳ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν ὡς ἡ ἡμέρα αὕτη.
Β Εσδ. 9,7 Από της εποχής τι πατέρων μας μέχρι της ημέρας αυτής ευρισκόμεθα υπό την κυριαρχίαν μεγάλης αμαρτίας. Δια τας αμαρτίας μας δε αυτάς παρεδόθημεν ημείς και οι βασιλείς μας και τα παιδιά μας εις τα χέρια των βασιλέων διαφόρων εθνών, άλλοι μεν δια να σφαγούν με ρομφαίαν, άλλοι δια να απαχθούν εις αιχμαλωσίαν, άλλοι δια να γίνουν θύματα λεηλασιών και γενικώς είμεθα εξευτελισμένοι και εξουθενωμένοι μέχρι της ημέρας αυτής.
 
Β Εσδ. 9,8 καὶ νῦν ἐπιεικεύσατο ἡμῖν ὁ Θεὸς ἡμῶν τοῦ καταλιπεῖν ἡμᾶς εἰς σωτηρίαν καὶ δοῦναι ἡμῖν στήριγμα ἐν τόπῳ ἁγιάσματος αὐτοῦ τοῦ φωτίσαι ὀφθαλμοὺς ἡμῶν καὶ δοῦναι ζωοποίησιν μικρὰν ἐν τῇ δουλείᾳ ἡμῶν.
Β Εσδ. 9,8 Τωρα όμως συ ο Θεός μας, έδειξες επιείκειαν προς ημάς και ηυδόκησες να διασωθή ένα υπόλοιπον από το έθνος μας, το οποίον αφήκες και έδωσες εις ημάς ως στήριγμα τι ιερών τούτων τόπων. Ωστε συ, ο Κυριος να φώτισης τους οφθαλμούς μας και να δώσης μίαν αναζωογόνησιν από την δουλείαν, εις την οποίαν ευρέθημεν.
 
Β Εσδ. 9,9 ὅτι δοῦλοί ἐσμεν, καὶ ἐν τῇ δουλείᾳ ἡμῶν οὐκ ἐγκατέλιπεν ἡμᾶς Κύριος ὁ Θεὸς ἡμῶν καὶ ἔκλινεν ἐφ᾿ ἡμᾶς ἔλεος ἐνώπιον βασιλέων Περσῶν δοῦναι ἡμῖν ζωοποίησιν τοῦ ὑψῶσαι αὐτοὺς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν καὶ ἀναστῆσαι τὰ ἔρημα αὐτῆς καὶ τοῦ δοῦναι ἡμῖν φραγμὸν ἐν Ἰούδᾳ καὶ Ἱερουσαλήμ.
Β Εσδ. 9,9 Εγίναμεν δούλοι, αλλά Κυριος ο Θεός μας δεν μας εγκατέλιπεν εις την δουλείαν αυτήν, διότι ενέβαλεν εις την καρδίαν των βασιλέων των Περσών ευσπλαγχνίαν προς ημάς, ώστε αυτοί να μας δώσουν κάποιον αναζωογόνησιν, να επιτρέψουν να ανεγερθή ο ναός του Θεού μας, κτισθούν αι ερημωθείσαι περιοχαί της χώρας μας και να δοθή έτσι εις ημάς περιτειχισμένος χώρος εις την Ιουδαίαν και εις την Ιερουσαλήμ.
 
Β Εσδ. 9,10 τί εἴπωμεν, ὁ Θεὸς ἡμῶν, μετὰ τοῦτο; ὅτι ἐγκατελίπομεν ἐντολάς σου,
Β Εσδ. 9,10 Και τώρα τι να είπωμεν, ω Θεέ μας, έπειτα από τας δωρεάς αυτάς;
 
Β Εσδ. 9,11 ἃς ἔδωκας ἡμῖν ἐν χειρὶ δούλων σου τῶν προφητῶν λέγων· ἡ γῆ, εἰς ἣν εἰσπορεύεσθε κληρονομῆσαι αὐτήν, γῆ μετακινουμένη ἐστὶν ἐν μετακινήσει λαῶν τῶν ἐθνῶν ἐν μακρύμμασιν αὐτῶν, ὧν ἔπλησαν αὐτὴν ἀπὸ στόματος ἐπὶ στόμα ἐν ἀκαθαρσίαις αὐτῶν·
Β Εσδ. 9,11 Είμεθα κατεντροπιασμένοι ενώπιόν σου, διότι ημείς εγκατελείψεμεν τας εντολάς σου, τας οποίας μας έδωσες δια μέσου των δούλων σου των προφητών λέγων· Η γη, εις την οποίαν εισέρχεσθε δια να την κληρονομήσετε, είναι χώρα αναστατωμένη και μολυσμένη από τας μετακινήσεις διαφόρων ειδωλολατρικών θεών, μολυσμένη από τας βδελυράς των πράξεις που απομακρύνουν από σε τον Θεόν· και αι ακάθαρτοι αυταί πράξεις εγέμισαν από το ένα άκρον έως το άλλο την χώραν μας.
 
Β Εσδ. 9,12 καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ δότε τοῖς υἱοῖς αὐτῶν καὶ ἀπὸ τῶν θυγατέρων αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν καὶ οὐκ ἐκζητήσετε εἰρήνην αὐτῶν καὶ ἀγαθὸν αὐτῶν ἕως αἰῶνος, ὅπως ἐνισχύσητε καὶ φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κληροδοτήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.
Β Εσδ. 9,12 Δι' αυτό μη δίδετε τας θυγατέρας σας ως συζύγους εις τα παιδιά αυτών και από τας θυγατέρας αυτών μη λαμβάνετε σεις συζύγους δια τα παιδιά σας. Μη επιζητήσετε ειρηνικήν συμβίωσιν με αυτούς και κανέναι αγαθόν μη ζητήσετε ποτε από αυτούς· και τούτο, δια να μείνετε αμόλυντοι, ώστε να ενισχυθήτε από τον Θεόν και να φάγετε τα αγαθά της γης αυτής και να μεταδώσετε αυτά ως κληρονομίαν αιώνιον εις τα παιδιά σας.
 
Β Εσδ. 9,13 καὶ μετὰ πᾶν τὸ ἐρχόμενον ἐφ᾿ ἡμᾶς ἐν ποιήμασιν ἡμῶν τοῖς πονηροῖς καὶ ἐν πλημμελείᾳ ἡμῶν τῇ μεγάλῃ· ὅτι οὐκ ἔστιν ὡς ὁ Θεὸς ἡμῶν, ὅτι ἐκούφισας ἡμῶν τὰς ἀνομίας, καὶ ἔδωκας ἡμῖν σωτηρίαν·
Β Εσδ. 9,13 Παρ' όλα όμα τα δεινά, τα οποία μας ευρήκαν εξ αιτίας των αμαρτωλών μας έργων και της μεγάλης μας αμαρτίας της ειδωλολατρείας, αναγνωρίζομεν και ομολογούμεν ότι δεν υπάρχει άλλος Θεός ελεήμων, όπως ο Θεός μας. Διότι, Κυριε, συ μας συνεχώρησες τας ανομίας και μας έδωσες άνεσιν και σωτηρίαν.
 
Β Εσδ. 9,14 ὅτι ἐπεστρέψαμεν διασκεδάσαι ἐντολάς σου καὶ ἐπιγαμβρεῦσαι τοῖς λαοῖς τῶν γαιῶν· μὴ παροξυνθῇς ἐν ἡμῖν ἕως συντελείας, τοῦ μὴ εἶναι ἐγκατάλειμμα καὶ διασῳζόμενον.
Β Εσδ. 9,14 Ημείς εγυρίσαμεν από την αιχμαλωσίαν και κατεπατήσαμεν τας εντολάς σου, διότι ήλθομεν εις γάμου κοινωνίαν με τους ειδωλολατρικούς λαούς των περιοχών αυτών. Αλλά σε παρακαλούμεν μη οργισθής εναντίον μας, μη αποστείλης όλεθρον και αφανισμόν εναντίον μας, ώστε να μη απολειφθή και διασωθή κάποιο υπόλοιπον από το έθνος μας.
 
Β Εσδ. 9,15 Κύριε ὁ Θεὸς Ἰσραήλ, δίκαιος σύ, ὅτι κατελείφθημεν διασῳζόμενοι ὡς ἡ ἡμέρα αὕτη. ἰδοὺ ἡμεῖς ἐναντίον σου ἐν πλημελείαις ἡμῶν, ὅτι οὐκ ἔστι στῆναι ἐνώπιόν σου ἐπὶ τούτῳ.
Β Εσδ. 9,15 Κυριε, ο Θεός του Ισραήλ, είσαι δίκαιος, διότι επέτρεψες και απεμείναμεν εν τη ζωή διασωθέντες ημείς, υπόλοιπον από το έθνος μας, όπως μαρτυρεί η ημέρα η σημερινή. Ιδού ημείς, οι βαρυνόμενοι με τας αμαρτίας μας, ευρισκόμεθα ενώπιόν σου και δεν έχομεν το θάρρος, και δεν μας είναι δυνατόν εξ αιτίας των αμαρτιών μας να σταθώμεν εμπρός εις σέ”.
 
Β Εσδ. 10,1 Καὶ ὡς προσηύξατο Ἔσδρας καὶ ὡς ἐξηγόρευσε κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ Θεοῦ, συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰσραὴλ ἐκκλησία πολλὴ σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι, ὅτι ἔκλαυσαν ὁ λαὸς καὶ ὕψωσε κλαίων.
Β Εσδ. 10,1 Κατά την ώραν, κατά την οποίαν προσηύχετο ο Εσδρας και μετά δακρύων εξηγόρευσε τας αμαρτίας του λαού, προσηύχετο δε αυτός ενώπιον του ναού του Θεού, συνεκεντρώθη γύρω από αυτόν πολύ πλήθος Ισραηλιτών, άνδρες, γυναίκες και νέοι. Ολοι δε αυτοί έκλαιον με μεγάλην φωνήν.
 
Β Εσδ. 10,2 καὶ ἀπεκρίθη Σεχενίας υἱὸς Ἰεὴλ ἀπὸ υἱῶν Ἠλάμ, καὶ εἶπε τῷ Ἔσδρᾳ· ἡμεῖς ἠσυνθετήσαμεν τῷ Θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ τῶν λαῶν τῆς γῆς· καὶ νῦν ἐστιν ὑπομονὴ τῷ Ἰσραὴλ ἐπὶ τούτῳ.
Β Εσδ. 10,2 Ο Σεχενίας, ο υιός του Ιεήλ από τους απογόνους του Ηλάμ, εοηκώθηκε και είπεν στον Εσδραν· “ημείς ημαρτήσαμεν ενώπιον του Θεού μας, διότι επήραμεν ως συζύγους και εγκατεστήσαμεν στους οίκους μας ξένας γυναίκας από τους ειδωλολατρικούς λαούς της χώρας αυτής. Αλλά τώρα υπάρχει κάποια ελπίς διορθώσεως των Ισραηλιτών δια την παρανομίαν των αυτήν.
 
Β Εσδ. 10,3 καὶ νῦν διαθώμεθα διαθήκην τῷ Θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλη· ἀνάστηθι, καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς Θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος γενηθήτω.
Β Εσδ. 10,3 Ας κάμωμεν αυτήν την στιγμήν μίαν συμφωνίαν και ας δώσωμεν μίαν υπόσχεσιν προς τον Θεόν ημών, να εκδιώξωμεν όλας τας γυναίκας τας ειδωλολάτριδας και τα τέκνα που εγεννήθησαν από αυτάς, όπως και συ κρίνεις καλόν. Σηκω, λοιπόν, φοβέρισε τους παραβάτας με τας εντολάς του Θεού μας και ας γίνη, όπως ο νόμος του Θεού διατάσσει.
 
Β Εσδ. 10,4 ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ῥῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον.
Β Εσδ. 10,4 Σηκω, διότι το όλον ζήτημα ευρίσκεται πλέον εις τα χέρια σου. Ημείς δε είμεθα μαζή σου. Εχε θάρρος και εκτέλεσε το καθήκον σου”.
 
Β Εσδ. 10,5 καὶ ἀνέστη Ἔσδρας καὶ ὥρκισε τοὺς ἄρχοντας, τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πάντα Ἰσραὴλ τοῦ ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο· καὶ ὤμοσαν.
Β Εσδ. 10,5 Ο Εσδρας εσηκωθηκε, ώρκισε τους άρχοντας, τους ιερείς και τους Λευίτας και όλον τον Ισραηλιτικόν λαόν, ότι θα εφαρμόσουν αυτά τα λόγια. Εκείνοι εδέχθησαν και ωρκίσθησαν δι' αυτό.
 
Β Εσδ. 10,6 καὶ ἀνέστη Ἔσδρας ἀπὸ προσώπου οἴκου τοῦ Θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ἰωανὰν υἱοῦ Ἐλισοὺβ καὶ ἐπορεύθη ἐκεῖ· ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας.
Β Εσδ. 10,6 Επειτα από αυτά, εσηκώθη ο Εσδρας επρός από τον ναόν του Κυρίου και επήγεν στο δωμάτιον του Ιωανάν, υιού του Ελισούβ. Εισήλθεν εκεί αλλά ούτε άρτον έφαγε ούτε νερό έπιε, διότι ήτο πάρα πολύ λυπημένος δια την παράβασιν αυτήν των Ιουδαίων, οι οποίοι είχαν επανέλθει από την αιχμαλωσίαν.
 
Β Εσδ. 10,7 καὶ παρήνεγκαν φωνὴν ἐν Ἰούδᾳ καὶ ἐν Ἱερουσαλὴμ πᾶσι τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναθροισθῆναι εἰς Ἱερουαλήμ,
Β Εσδ. 10,7 Οι άρχοντες εξέδωσαν προκήρυξιν προς όλους τους Ιουδαίους, οι οποίοι είχαν επανέλθει από την αιχμαλωσίαν και ευρίσκοντο εις την χώραν της Ιουδαίας και εις την πόλιν Ιερουσαλήμ, να συγκεντρωθούν εις την Ιερουσαλήμ. Και προσετίθετο εις την προκήρυξιν·
 
Β Εσδ. 10,8 πᾶς, ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας, ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας.
Β Εσδ. 10,8 “Θα αναθεματισθή όλη η περιουσία εκείνου του Ισραηλίτου, ο οποίος δεν θα ήρχετο εντός τριών ημερών εις την Ιερουσαλήμ, σύμφωνα με την απόφασιν των Ιουδαίων αρχόντων και πρεσβυτέρων. Και αυτός ο ίδιος θα γίνη αποσυνάγωγος από την κοινότητα των Ιουδαίων, που είχαν επανέλθει εκ της αιχμαλωσίας”.
 
Β Εσδ. 10,9 Καὶ συνήχθησαν πάντες ἄνδρες Ἰούδα καὶ Βενιαμὶν εἰς Ἱερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας, οὗτος ὁ μὴν ὁ ἔνατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισε πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ Θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος καὶ ἀπὸ τοῦ χειμῶνος.
Β Εσδ. 10,9 Πράγματι όλοι οι άνδρες από την φυλήν του Ιούδα και την φυλήν του Βενιαμίν ήλθαν εις την Ιερουσαλήμ εντός τριών ημερών. Αυτό έγινε κατά τον ένατον μήνα. Την εικοστήν του μηνός αυτού όλος ο λαός εξ αιτίας του ζητήματος τούτου συνεκεντρώθη εις ευρύχωρον ανοικτόν χώρον ενώπιον του ναού του Θεού. Και έτρεμαν από τον φόβον των και από το ψύχος του χειμώνος.
 
Β Εσδ. 10,10 καὶ ἀνέστη Ἔσδρας ὁ ἱερεὺς καὶ εἶπε πρὸς αὐτούς· ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ἰσραήλ·
Β Εσδ. 10,10 Ο Εσδρας ο ιερεύς εσηκώθη και είπε προς αυτούς· “σεις έχετε παραβή την εντολήν του Θεού και επήρατε και εγκατεστήσατε εις τα σπίτια σας γυναίκας ξένας και έτσι προσθέσατε νέαν αμαρτίαν επί του ισραηλιτικού λαού.
 
Β Εσδ. 10,11 καὶ νῦν δότε αἴνεσιν Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων.
Β Εσδ. 10,11 Τωρα, λοιπόν, δοξάσατε με τα έργα σας Κυριον τον Θεόν των πατέρων μας, πράξατε το ευάρεστον ενώπιόν του και απομακρυνθήτε από τους λαούς της χώρας αυτής και εκδιώξατε τας ξένας γυναίκας”.
 
Β Εσδ. 10,12 καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία καὶ εἶπαν· μέγα τοῦτο τὸ ῥῆμά σου ἐφ᾿ ἡμᾶς ποιῆσαι·
Β Εσδ. 10,12 Ολη η συγκέντρωσις των Ιουδαίων απεκρίθησαν και είπαν· “αυτό το πράγμα είναι δύσκολον να τεθή άμεσως εις εφαρμογήν,
 
Β Εσδ. 10,13 ἀλλὰ ὁ λαὸς πολύς, καὶ ὁ καιρὸς χειμερινός, καὶ οὐκ ἔστι δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ.
Β Εσδ. 10,13 διότι ο λαός είναι πολύς, ο δε καιρός είναι χειμωνιάτικος και δεν είναι δυνατόν να ιστάμεθα έξω στο ύπαιθρον. Το δε έργον αυτό της καθάρσεως δεν είναι έργον μιας ημέρας η δύο ημερών, διότι οι ένοχοι της πράξεως αυτής είναι πάρα πολλοί.
 
Β Εσδ. 10,14 στήτωσαν δὴ ἄρχοντες ἡμῶν πάσῃ τῇ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν, ὃς ἐκάθισε γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ᾿ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ Θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου.
Β Εσδ. 10,14 Εξυπηρετικόν της υποθέσεως αυτής είναι να μείνουν εις την συγκέντρωσιν αυτήν άρχοντές μας. Ολοι δε εκείνοι, οι οποίοι ήλθαν από τας άλλας ιουδαϊκάς πόλεις και έχουν λάβει ξένας γυναίκας, ας έρχωνται εις ωρισμένας ημέρας μαζή με τους περσβυτέρους των πόλεών των και τους δικαστάς αυτών, δια να απομακρύνουν τας ξένας γυναίκας και έτσι να αποστρέψουν την μεγάλην οργήν του Θεού μας αυτό ημάς δια το γεγονός τούτο”.
 
Β Εσδ. 10,15 πλὴν Ἰωνάθαν υἱὸς Ἀσαὴλ καὶ Ἰαζίας υἱὸς Θεκωὲ μετ᾿ ἐμοῦ περὶ τούτου, καὶ Μεσολλὰμ καὶ Σαββαθαΐ ὁ Λευίτης βοηθῶν αὐτοῖς.
Β Εσδ. 10,15 Εκτός όμως από τον Ιωνάθαν, υιόν του Ασαήλ, και τον Ιαζίαν υιόν του Θεκωέ, δεν υπήρχεν άλλος μαζή μου, δια να βοηθήση εις την υπόθεσιν αυτήν. Ο δε Μεσολλάμ και ο Σαββαθαί ο Λευίτης τους εβοηθούσαν.
 
Β Εσδ. 10,16 καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας. καὶ διεστάλησαν Ἔσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα.
Β Εσδ. 10,16 Ετσι έπραξαν οι Ιουδαίοι, οι οποίοι επανήλθαν από την αιχμαλωσίαν. Επελέγησαν ο Εσδρας ο ιερεύς, και οι άρχοντες των οικογενειών κατά πατριάς, όλοι ονομαστοί, και συνεκεντρώθησαν κατά την πρώτην ημέραν του δεκάτου μηνός να εξετάσουν την υπόθεσιν αυτήν.
 
Β Εσδ. 10,17 καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν, οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας, ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου.
Β Εσδ. 10,17 Ετελείωσαν δε το έργον των δι' όλους τους άνδρας, που είχαν λάβει ξένας γυναίκας μέχρι της πρώτης ημέρας του πρώτου μηνός.
 
Β Εσδ. 10,18 Καὶ εὑρέθησαν ἀπὸ υἱῶν τῶν ἱερέων, οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας· ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ καὶ ἀδελφοὶ αὐτοῦ Μαασία καὶ Ἐλιέζερ καὶ Ἰαρὶβ καὶ Γαδαλία,
Β Εσδ. 10,18 Από τους υιούς των ιερέων, εκείνοι που είχαν λάβει γυναίκας ξένας ως συζύγους, ευρέθησαν ότι ήσαν· Από τους απογόνους του Ιησού, υιού του Ιωσεδέκ και των συντρόφων αυτού, ο Μαασία, ο Ελιέζερ, ο Ιαρίβ και ο Γαδαλία.
 
Β Εσδ. 10,19 καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας ἑαυτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν·
Β Εσδ. 10,19 Αυτοί άπλωσαν το χέρι και έδωσαν υπόσχεσιν να απομακρύνουν τας ξένας γυναίκας των. Εις εξιλέωσίν των προσέφεραν ένα κριον ο καθένας από το ποίμνιόν του.
 
Β Εσδ. 10,20 καὶ ἀπὸ υἱῶν Ἐμμήρ, Ἀνανὶ καὶ Ζαβδία·
Β Εσδ. 10,20 Από τους απογόνους του Εμμήρ, ο Ανανί και ο Ζαβδία.
 
Β Εσδ. 10,21 καὶ ἀπὸ υἱῶν Ἠράμ, Μασαὴλ καὶ Ἐλία καὶ Σαμαΐα καὶ Ἰεὴλ καὶ Ὀζία·
Β Εσδ. 10,21 Από τους απογόνους του Ηράμ, ο Μασαήλ, ο Ελία, ο Σαμαΐα, ο Ιεήλ και ο Οζία.
 
Β Εσδ. 10,22 καὶ ἀπὸ υἱῶν Φασούρ, Ἐλιωναΐ, Μαασία καὶ Ἰσμαὴλ καὶ Ναθαναὴλ καὶ Ἰωζαβὰδ καὶ Ἠλασά·
Β Εσδ. 10,22 Από τους απογόνους του Φασούρ, ο 'Ελιωναϊ, ο Μαασία, ο Ισμαήλ, ο Ναθαναήλ, ο Ιωζαβάδ και ο Ηλασά.
 
Β Εσδ. 10,23 καὶ ἀπὸ τῶν Λευιτῶν, Ἰωζαβὰδ καὶ Σαμοὺ καὶ Κωλία (αὐτὸς Κωλίτας) καὶ Φεθεΐα καὶ Ἰόδομ καὶ Ἐλιέζερ·
Β Εσδ. 10,23 Από τους Λευίτας ήσαν, ο Ιωζαβάδ, ο Σαμού, ο Κωλία (αυτός είναι ο Κωλίτας), ο Φεθεΐα, ο Ιόδομ και ο Ελιέζερ.
 
Β Εσδ. 10,24 καὶ ἀπὸ τῶν ᾀδόντων, Ἐλισάβ· καὶ ἀπὸ τῶν πυλωρῶν, Σολμὴν καὶ Τελμὴν καὶ Ὠδούθ·
Β Εσδ. 10,24 Από τους ψάλτας ήσαν, ο Ελισάβ. Από τους θυρωρούς ήσαν ο Σολμήν, ο Τελμήν και ο Ωδούθ.
 
Β Εσδ. 10,25 καὶ ἀπὸ Ἰσραήλ· ἀπὸ υἱῶν Φόρος, Ῥαμία καὶ Ἀζία καὶ Μελχία καὶ Μεαμὶν καὶ Ἐλεάζαρ καὶ Ἀσαβία καὶ Βαναία·
Β Εσδ. 10,25 Από τους άλλους Ισραηλίτας, από τους απογόνους του Φορος, ήσαν ο Ραμία, ο Αζία, ο Μελχία, ο Μεαμίν, ο Ελεάζαρ, ο Ασαβία και ο Βαναία.
 
Β Εσδ. 10 ,26 καὶ ἀπὸ υἱῶν Ἠλάμ, Ματθανία καὶ Ζαχαρία καὶ Ἰαϊὴλ καὶ Ἀβδία και Ἰαριμὼθ καὶ Ἠλία·
Β Εσδ. 10 ,26
 
Β Εσδ. 10,27 καὶ ἀπὸ υἱῶν Ζαθονά, Ἐλιωναΐ, Ἐλισούβ, Ματθαναΐ καὶ Ἀρμὼθ καὶ Ζαβὰδ καὶ Ὀζιζά·
Β Εσδ. 10,27 Από τους απογόνους του Ζαθονά, ο Ελιωναΐ, ο Ελισούβ, ο Ματθαναΐ, ο Αρμώθ, ο Ζαβάδ και ο Οζιζά.
 
Β Εσδ. 10,28 καὶ ἀπὸ υἱῶν Βαβεΐ, Ἰωανάν, Ἀνανία, καὶ Ζαβοὺ καὶ Θαλί·
Β Εσδ. 10,28 Από τους απογόνους του Βαβεί ήσαν ο Ιωανάν, ο Ανανία, ο Ζαβού και ο Θαλί.
 
Β Εσδ. 10,29 καὶ ἀπὸ υἱῶν Βανουΐ, Μοσολλάμ, Μαλούχ, Ἀδαΐας, Ἰασοὺβ καὶ Σαλουΐα καὶ Ῥημώθ·
Β Εσδ. 10,29 Από τους απογόνους του Βανουί ήσαν ο Μοσολλάμ, ο Μολούχ, ο Αδαΐας, ο Ιασούβ, ο Σαλουΐα και ο Ρημώθ.
 
Β Εσδ. 10,30 καὶ ἀπὸ υἱῶν Φαὰθ Μωάβ, Ἐδνὲ καὶ Χαλὴλ καὶ Βαναία Μαασία Ματθανία Βεσελεὴλ καὶ Βανουΐ καὶ Μανασσῆ·
Β Εσδ. 10,30 Από τους απογόνους του Φαάθ Μωάβ ήσαν ο Εδνέ, ο Χαλήλ, ο Βαναία, ο Μαασία, ο Ματθανία, ο Βεσελεήλ, ο Βανουί και ο Μανασσής.
 
Β Εσδ. 10,31 καὶ ἀπὸ υἱῶν Ἠράμ, Ἐλιέζερ, Ἰεσία, Μελχία, Σαμαΐας, Συμεών,
Β Εσδ. 10,31 Από τους απογόνους του Ηράμ ήσαν ο Ελιέζερ, ο Ιεσία, ο Μελχία, ο Σαμαΐας, ο Συμεών,
 
Β Εσδ. 10,32 Βενιαμίν, Βαλούχ, Σαμαρία·
Β Εσδ. 10,32 ο Βενιαμίν, ο Βαλούχ, ο Σαμαρία.
 
Β Εσδ. 10,33 καὶ ἀπὸ υἱῶν Ἀσήμ, Μετθανία, Ματθαθά, Ζαδάβ, Ἐλιφαλέτ, Ἱεραμί, Μανασσῆ, Σεμεΐ·
Β Εσδ. 10,33 Από τους απογόνους του Ασήμ ήσαν Μετθανία, ο Ματθαθά, ο Ζαδάβ, ο Ελιφαλέτ, ο Ιεραμί, ο Μανασσή, ο Σεμεΐ
 
Β Εσδ. 10,34 καὶ ἀπὸ υἱῶν Βανί, Μοοδία, Ἀμράμ, Οὐήλ,
Β Εσδ. 10,34 Από τους απογόνους του Βανί ήσαν ο Μοοδία, ο Αμαράμ, ο Ουήλ,
 
Β Εσδ. 10,35 Βαναία, Βαδαία, Χελκία,
Β Εσδ. 10,35 ο Βαναία, ο Βαδαία, ο Χελκία,
 
Β Εσδ. 10,36 Οὐουανία, Μαριμώθ, Ἐλιασίφ,
Β Εσδ. 10,36 ο Ουοανία, ο Μαριμώθ, ο Ελιασίφ,
 
Β Εσδ. 10,37 Ματθανία, Ματθαναΐ καὶ ἐποίησαν
Β Εσδ. 10,37 ο Ματθανία και ο Ματθαναΐ.
 
Β Εσδ. 10,38 οἱ υἱοὶ Βανουὶ καὶ οἱ υἱοὶ Σεμεΐ
Β Εσδ. 10,38 Το ίδιον έπραξαν οι υιοί του Βανουΐ και οι υιοί τι Σεμεΐ.
 
Β Εσδ. 10,39 καὶ Σελεμία καὶ Νάθαν καὶ Ἀδαΐα,
Β Εσδ. 10,39 Και ο Σελεμία, ο Ναθαν, Αδαΐα,
 
Β Εσδ. 10,40 Μαχαδναβού, Σεσεΐ, Σαριού,
Β Εσδ. 10,40 ο Μαχαδναβού, ο Σεσεΐ, Σαριού,
 
Β Εσδ. 10,41 Ἐζριὴλ καὶ Σελεμία καὶ Σαμαρία
Β Εσδ. 10,41 ο Εζριήλ, ο Σελεμία, ο Σαμαρία,
 
Β Εσδ. 10,42 καὶ Σελλούμ, Ἀμαρεία, Ἰωσήφ·
Β Εσδ. 10,42 ο Σελλούμ, ο Αμαρεία, ο Ιωσήφ.
 
Β Εσδ. 10,43 ἀπὸ υἱῶν Ναβού, Ἰαήλ, Ματθανίας, Ζαβάδ, Ζεββενάς, Ἰαδαὶ καὶ Ἰωὴλ καὶ Βαναία.
Β Εσδ. 10,43 Από τους απογόνους του Ναβού ήσαν ο Ιαήλ, ο Ματθανίας, ο Ζαβάδ ο Ζεββενάς, ο Ιαδαί, ο Ιωήλ και ο Βαναία.
 
Β Εσδ. 10,44 πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς.
Β Εσδ. 10,44 Ολοι αυτοί είχαν λάβει γυναίκας ξένας αλλοεθνείς, με τας οποίας εγέννησαν και απέκτησαν υιούς.
 

Δεν υπάρχουν σχόλια: